Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia ii in sanctum Longinum centurionem
HesychiusCent 4 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1
Ὁ δὲ βασιλεὺς Ἡρῴδης εἶπεν πρὸς Λογγῖνον· «Τὸ ἥμισυ τῆς βασιλείας μου δίδωμί σοι, ἐὰν δῷς μοι αὐτὸν εἰς τὰς χεῖράς μου.» Ὁ δὲ ἅγιος Λογγῖνος εἶπεν πρὸς Ἡρῴδην· «Ἐγὼ μετεστρατευσάμην εἰς τὴν τοῦ αἰωνίου βασιλέως στρατιὰν καὶ οὐ δύναμαι τοῦτο ποιῆσαι· ἐὰν δὲ θέλῃς, πίστευσον καὶ σύ, καὶ γενήσει κληρονόμος τῆς αἰωνίου ζωῆς καὶ βασιλείας· τούτου γὰρ ἕνεκεν ἀπολύσας εἶ πον· ἀπελθὼν πρὸς αὐτὸν εὐαγγελιοῦμαι αὐτῷ, ὅπως γένηται κληρο νόμος τῆς αἰωνίου ζωῆς καὶ βασιλείας, καὶ τιμῆς πολλῆς ἀξιωθῶ, ὅτι προσήνεγκά σοι εὐαγγελίαν ἀγαθήν.» Θυμομαχήσας δὲ κατ' αὐ τοῦ ὁ Ἡρῴδης εἶπεν τοῖς μεγιστᾶσιν αὐτοῦ· «Ἐπειδὴ περιέθηκα αὐτῷ πλείστην τιμὴν καὶ ἐποίησα αὐτὸν ἑκατόνταρχον, διὰ τοῦτο οἴεται εἶναί τι, μηδὲν ὤν. Ἐκδύσατε οὖν αὐτὸν τὴν χλα μύδα, καὶ τὸν μανιάκην ἀφέλετε ἀπ' αὐτοῦ, καὶ τὴν σπάθην ἄρατε ἀπὸ τῆς ὀσφύος αὐτοῦ, ὅτι ἔδειξεν αὐτὸν ἀκαθοσίωτον, καὶ ἐμβά λετε αὐτὸν εἰς τὴν ἐσωτέραν φυλακήν, περιθέντες αὐτῷ κλοιὰ στι βαρὰ κατὰ τοῦ τραχήλου καὶ τῶν μέσων, μέχρις οὗ ἐπινοήσω αὐ τῷ βασάνους πολλάς. Καὶ μετὰ τοῦτο κελεύσω τὴν κεφαλὴν αὐ τοῦ ἀποτμηθῆναι.»

Intertext edge

Open linked passage

Note