Homilia ii in sanctum Longinum centurionem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1
Καὶ εἶπαν οἱ μεγιστᾶνες πρὸς τὸν βασιλέα· «Μὰ τὴν σὴν ὑγίειαν, βασιλεῦ, κατὰ τὸ σὸν πρόσταγμα ἐποιήσαμεν, καὶ ἀπο δύσαντες αὐτὸν οὕτως ἐβάλομεν εἰς τὴν φυλακήν· πόθεν δὲ αὐτῷ ἡ στολὴ αὕτη ἢ τίς ὁ ἐνδύσας αὐτόν, ἡμεῖς οὐκ οἴδαμεν.» Ὁ δὲ Ἡ ρῴδης εἶπεν πρὸς τὸν ἅγιον Λογγῖνον· «Ἄθλιε, ὁ ἑαυτὸν ἀπὸ δό ξης καταβαλών, ὁμολόγησόν μοι πρὸ βασάνων τίς ἐστιν ὁ ἐνδύσας σε τὴν στολὴν ταύτην.» Ὁ δὲ ἅγιος Λογγῖνος εἶπεν· «Ὡς ἐπ' ἀληθείας λέγω καὶ οὐ ψεύδομαι, οὐκ ἔλαβον παρ' ἑτέρου τινὸς εἰ μὴ παρὰ τοῦ αἰωνίου βασιλέως Ἰησοῦ Χριστοῦ.» Εἶπεν δὲ ὁ Ἡρῴδης· «Οὗτός ἐστιν ὁ ἐνδύσας σε τὴν στολὴν ταύτην;» Ὁ δὲ ἅγιος Λογγῖνος εἶπεν· «Αὐτὸς ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ καὶ πε ριέθηκέν μοι τὴν ἐσθῆτα ταύτην καὶ ἐσφραγίσατό με τῇ σφραγῖδι τοῦ αἰωνίου βασιλέως Ἰησοῦ Χριστοῦ.»