Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia ii in sanctum Longinum centurionem
HesychiusCent 7 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1
Ὁ δὲ Ἡρῴδης εἶπεν τοῖς μεγιστᾶσιν αὐτοῦ· «Ἐπειδὴ μάλα ψεύδεται, οἰόμενος παρὰ τοῦ βασιλέως αὐτοῦ δεδωρῆσθαι τὰ προσόντα αὐτῷ, ἐπάραντες οὖν ἀπ' αὐτοῦ τὴν ἐσθῆτα τὴν πε ρικειμένην αὐτῷ πυρὶ κατακαύσετε.» Οἱ δὲ μεγιστᾶνες προσ ῆλθον ποιῆσαι τὸ προσταχθὲν αὐτοῖς καὶ οὐδὲν ηὕρισκον ψηλα φῆσαι ἢ ἀφελεῖν ἀπ' αὐτοῦ. «Τί», εἶπαν οὖν οἱ μεγιστᾶνες πρὸς τὸν βασιλέα, «ἰδοὺ ὡς σκιὰν ὁρῶμεν περιβεβλῆσθαι αὐτῷ τὴν ἐσθῆτα, καὶ οὐ δυνάμεθα ἆραί τι ἀπ' αὐτοῦ.» Εἶπεν δὲ Ἡρῴδης· «Μὰ τὴν Ἀδραστείαν τὴν ἐν ἀνθρώποις, νῦν ἐπίσταμαι ὅτι μά γος ἐστὶν ἐν τῷ τὸ περιβόλαιον ἀφανὲς καθιστᾶν.» Ὁ δὲ ἅγιος Λογγῖνος εἶπεν· «Μὰ τὸν ἐπουράνιον βασιλέα τὸν κατελθόντα νῦν ἐκ τῶν οὐρανῶν, τί ἐστιν μαγεία οὐκ οἶδα· καὶ γὰρ καὶ αὐτὸς μισεῖ τοὺς μάγους καὶ τοὺς φαρμάκους. Καὶ πῶς ἐγώ, δοῦλος αὐτοῦ ὤν, δύναμαι κεκτῆσθαι καρδίαν ῥυπαρὰν μαγείας καὶ δόλου; Ἀλλὰ εἶπόν σοι ὅτι δύναμις θεοῦ περιήστραψέν με καὶ αὕτη με φυλάττει.»

Intertext edge

Open linked passage

Note