Homilia ii in sanctum Longinum centurionem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
8.1
Ὁ δὲ Ἡρῴδης, ταραχθεὶς ἐπὶ ταῖς ἀποκρίσεσιν Λογγίνου, προσέταξεν τοῖς ἑαυτοῦ στρατιώταις πλουμβατίζεσθαι αὐτόν. Ὁ δὲ ἅγιος Λογγῖνος εἶπεν· «Νῦν ἀναπέπαυμαι πάσχων ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, αὐτοῦ φίλος γενόμενος καὶ ὑπ' αὐτοῦ ἀγαπηθείς· πολλῷ γὰρ φόβῳ ἤμην κατ εχόμενος διὰ τὰς κακομηχανίας σου.» Ὁ δὲ Ἡρῴδης βρύξας τοὺς ὀδόντας κατὰ τοῦ Λογγίνου λέγει τοῖς μεγιστᾶσιν αὐτοῦ· «Λογγῖνον τὸν ἀκαθοσίωτον στρατιώτην εἰς τρία κεντήματα βαλόντες τοῦ ξύλου, περίθετε αὐτῷ σίδηρα βαρέα, ὅπως τηκό μενος καὶ διασπώμενος ἀτονήσῃ τῇ δυνάμει καὶ τῷ κάλλει δυσ ειδὴς γένηται, ἵνα ἰδόντες αὐτὸν στενάξωσιν πάντες οἱ ἄνθρωποι οἱ γνωρίζοντες αὐτὸν τὸ πρῶτον.»