Homilia ii in sanctum pascha
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1
Ποίοις λόγοις ἀσπάσομαι τάφον γεννῶντα ζωήν, μνῆμα φθορᾶς ἐλεύθερον, ἀφθαρσίας δὲ πρόξενον, παστάδα τριή μερον τὸν νυμφίον κοιμήσασαν, νυμφῶνα τὴν νύμφην ἄφθορον μετὰ γάμον ἐγείραντα; Νεκρὸν ἡ θήκη φυλαττομένη καὶ θεὸν ἡ γῆ σαλευομένη· νεκρὸν μὲν γὰρ αὐτὸν τὸ σῶμα βοᾷ, τὸ δὲ θαῦμα θεόν· νεκρὸν ἡ ταφή, θεὸν ἡ ἀνάστασις· νεκρὸν τῶν γυναικῶν καὶ τὰ δάκρυα, καὶ θεὸν τῶν ἀγγέλων τὰ ῥήματα. Ὡς νεκρὸν αὐτὸν Ἰωσὴφ ἐκήδευσεν, ἀλλ' ὁ κηδευθεὶς ὡς ἄνθρωπος οὗτος ὡς θεὸς τὸν θάνατον ἐσκύ λευσεν. Πάλιν ὡς νεκρὸν οἱ στρατιῶται ἐφρούρησαν καὶ ὡς θεὸν οἱ πυλωροὶ τοῦ ᾅδου θεωρήσαντες ἔπτηξαν.