Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia ii in sanctum pascha
HesychiusPasc 3 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.1
Τὸν αὐτὸν δὲ τοῦτον κἀκεῖνον ἐρεῖς, οὐκ ἄλλον καὶ ἄλλον, οὐδὲ ἄλλον ἐν ἄλλῳ, οὐδὲ ἄλλον δι' ἄλλου· εἷς γὰρ ὢν ὁ σαρκω θεὶς Λόγος εἰς ἓν ταῦτα κἀκεῖνα ὡς ἠβουλήθη ἀρρήτῳ λόγῳ συνήγαγεν· καὶ τὴν μὲν σάρκα διακονῆσαι τοῖς πάθεσι δέδωκεν, τῇ θεότητι δὲ πρὸς τὰ σημεῖα καὶ τὰ θαύματα κέχρηται, ἀλλ' ὥσπερ οὐ θεμιτὸν τὸν Λόγον ἐκ τῆς σαρκὸς χωρίζεσθαι, οὕτως ἀνάγκη τὰ παθήματα συμπεπλέχθαι τοῖς θαύμασιν. Ὁ γὰρ ὡς νεκρὸς εἰς ᾅδου καταβάς, οὗτος ὡς θεὸς τοὺς νεκροὺς ἠλευθέρωσεν, ἐπεί πως τάφῳ διακονοῦσιν ἄγγελοι, πὼς δὲ λευχείμονες ὡς ἐπὶ νυμφίῳ ταῖς γυναιξὶν ἐμφανίζονται, πὼς δὲ πρὸς αὐτὰς ἔλεγον·» Ἰησοῦν ζητεῖτε τὸν Να ζαρηνὸν τὸν ἐσταυρωμένον· οὐκ ἔστιν ὧδε· ἠγέρθη γὰρ καθὼς εἶπεν. Τουτέστιν οὐρανὸς αὐτῷ τόπος, ἐκεῖ τὰ μύρα πέμψατε. Ἠγέρθη, οὐχ ἡμεῖς αὐτὸν ἠγείραμεν. Ὑμῶν ἕνεκα τὸν λίθον ἐκυ λίσαμεν· πρὶν γὰρ ἡμᾶς καταβῆναι, ὁ τάφος ἐκεκέ νωτο. Ἠγέρθη, καθὼς εἶπεν αὐτός.»

Intertext edge

Open linked passage

Note