Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia ii in sanctum pascha
HesychiusPasc 4 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1
Ὃ ἄγγελος εἶπεν, οὐ χωρεῖ οὐδὲ προφήτης ἑρμηνεῦσαι· Ὡσηὲ τὸν καιρὸν τῆς ἀναστάσεως λέγει, Ἠσαΐας οἶδεν, ἀλλὰ τὸ πῶς οὐκ ἐπίσταται. Ταῦτα μὲν γὰρ Ὡσηὲ προφητείας τὰ ῥή ματα· «Πορευσώμεθα καὶ ἐπιστρέψωμεν πρὸς κύριον τὸν θεὸν ἡμῶν, ὅτι αὐτὸς» πέπαικεν «καὶ ἰάσεται ἡμᾶς· πατάξει καὶ μο τώσει ἡμᾶς μετὰ δύο ἡμέρας· ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, ἀναστησό μεθα καὶ ζησόμεθα ἐνώπιον αὐτοῦ.» Ἄκουε πάλιν ποῖα Ἠσαΐας ἐσάλπισεν· «Ἠισχύνθη ὁ Λίβανος, ἕλη ἐγένετο ὁ Σαρών. Φανερὰ ἔσται ἡ Γαλιλαία καὶ ὁ Κάρμηλος. Νῦν ἀναστή σομαι, λέγει κύριος, νῦν δοξασθήσομαι, νῦν ὑψωθήσομαι. Νῦν ὄψεσθε, νῦν αἰσχυνθήσεσθε.» Πρὸς γὰρ τοὺς Ἰουδαίους τὸν λόγον ἀπετείνετο· νῦν ἀναστήσομαι ὅταν ἐγείρω τὸν Ἀδὰμ ὃν ἡ παράβασις ἔρριψεν, νῦν δοξασθήσομαι ὅταν τοῖς ἔθνεσιν τῶν παθῶν συστήσω τὴν ἀπάθειαν, νῦν ὑψω θήσομαι τὴν ὑμετέραν ἀπαρχὴν εἰς οὐρανοὺς ὑψῶν καὶ εἰς τὴν καθέδραν τῶν χερουβὶν ἐπαίρων «τὴν τοῦ δούλου μορ φὴν» ἥνπερ ἐξ ὑμῶν κέκτημαι, νῦν ὄψεσθε παυομέ νους τοὺς τύπους, ἀνθοῦσαν τὴν ἀλήθειαν, νῦν αἰσχυνθή σεσθε συκοφαντοῦντες ῥήμασιν καὶ ἡττώμενοι πράγμασιν, ὅτι τῷ θεῷ ἡ δόξα, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύ ματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note