Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In conceptionem venerabilis praecursoris
HesychiusPrae 10 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
10.1
«Αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνά μει Ἠλίου», οὐκ ἐν ψυχῇ καὶ σώματι. Ἄπαγε γάρ, ἄπαγε τῆς ἀτοπίας. Ταῦτα οἱ παῖδες Ἑλλήνων ληροῦσι καὶ μυθεύονται τὰς ψυχὰς προϋπάρχειν καὶ μεταβαίνειν ἐκ σωμάτων εἰς σώματα, καθάπερ ἐκεῖνοι φρενοβλαβοῦντες λέγουσιν, ὄχλον ἐπ' αὐτοῖς ῥημάτων περιττῶν καὶ ἀγελαίων εἴροντες. Ἑκάστῃ δὲ ψυχῇ ἴδιον σῶμα ὁ δημιουργὸς ἔδωκεν, ὅθεν Ἰωάννης, εἰ καὶ δεύτε ρος Ἠλίας καὶ διὰ ζῆλον τὸν πρὸς ἐκεῖνον λέγεται, ὅμως οὐκ ἐν ψυχῇ καὶ σώματι· ἀλλ' ὁ ἐν πνεύματι δεδωκὼς ἐκείνῳ τὴν ἐνέργειαν, οὗτος καὶ Ἰωάννῃ τῷ βαπτιστῇ καὶ προδρόμῳ δίδωσι μέτρον δωρεᾶς, οἷον ἐκεῖνος ἐδέξατο. Ὁ τῷ ἀρχαίῳ χορηγήσας τὴν δύναμιν, οὗτος τῷ νέῳ χορηγεῖν ἐπαγγέλλεται.

Intertext edge

Open linked passage

Note