In conceptionem venerabilis praecursoris
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
11.1
Οὗτος «ἐπιστρέψει καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπει 11 θεῖς ἐν φρονήσει δικαίων». «Πατέρες» ὁ Ἰσραήλ, «τέκνα» τὰ ἔθνη διὰ τὸν χρόνον λέγονται, ἀλλὰ πρὸς τοὺς παῖδας οἱ πατέρες ἐπιστρέφουσιν, ἐπειδὴ τὴν πηγὴν τῆς ζωῆς οἱ παῖδες προσλαμ βάνουσιν, καὶ τὸ δεῖπνον τῆς χαρᾶς ὡς εὐγνώμονες καὶ πιστοὶ σφετερίζονται, καὶ τὴν τράπεζαν προλαβόντες τοῦ φωτὸς περικά θηνται. Ὅθεν ἐκεῖνοι μὲν κληθέντες «πατέρες» «ἀπειθεῖς» εἰκότως χρηματίζουσι· περὶ γὰρ αὐτῶν Ἠσαΐᾳ τῷ προφήτῃ κεκήρυκται· «Γινώσκω ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου, καὶ τὸ μέτωπόν σου χαλκοῦν», ἵνα τὸ τῆς συνα γωγῆς ἀκαμπὲς καὶ τῶν ταύτης κληρονόμων τὸ λίαν ἀπειθὲς ἐξηγήσηται. «Δίκαιοι» δὲ οἱ ἐξ ἐθνῶν· εἰ γὰρ καὶ τὴν δικαιο σύνην πρὸς ὀλίγον ἠγνόησαν, ἀλλὰ νῦν αὐτὴν μετὰ σπουδῆς παι δεύονται· εἰ καὶ τῆς θεοσεβείας τὴν θύραν οὐκ ἠπίσταντο, ἀλλ' ἑαυτοὺς εἰς τὸν νυμφῶνα τρέχοντες μετὰ χαρᾶς εἰσά γουσιν· εἰ καὶ μακρὰν ὑπῆρχον τοῦ φωτός, ἀλλὰ νῦν αὐτὸν ὅλον τὸν ἥλιον καθαροῖς ὀφθαλμοῖς κατοπτεύουσιν. Τί δὲ τὸν Ἰωάννην ὁ Γαβριὴλ κατορθοῦν ἕτερον ἐπαγγέλ λεται, «ἑτοιμάσαι τῷ κυρίῳ λαὸν κατεσκευασμένον»; Ὃν τίς κατεσκεύασεν, ἀλλ' ἢ πάντως ὁ Χριστός; Ὁ γὰρ πλάσας ἀνέ πλασεν, ὁ τὸν τροχὸν ἐξ ἀρχῆς κυλίσας, οὗτος αὐτὸν ἀνεκύλισεν ὕστερον· ὁ εἰπών· «Ἔστω ἄνθρωπος εἰς ψυχὴν ζῶσαν», οὗτος εἶπεν· «Τὸν ἁμαρτωλὸν οὐ βούλομαι ἀποθανεῖν.» Καὶ ταῦτα μὲν ὁ Γαβριήλ, καταβὰς ἐξ οὐρανῶν, ἀπήγγειλεν· ἐν τούτοις δὲ τοῖς λόγοις ὁ Ἰωάννης σπαρεὶς ἔσω τῆς κοιλίας τῆς Ἐλισάβετ ἐγένετο, καὶ τὸν ἐν γαστρὶ προλαβὼν ἀπὸ γαστρὸς ἀσπάζεται, καὶ τὸν ἐν κοιλίᾳ θεολογεῖ ἔτι δεσμοῖς τῆς κοιλίας καὶ ταῦτα μὲν κατεχόμενος· τεχθεὶς δὲ εἰς τὴν ἔρημον πέμπεται, ἵνα τοῖς ἀγ γέλοις ὁμοιωθῇ, ἵνα τῷ θεῷ συλλαλῇ, ἵνα τῶν βιωτικῶν καπνῶν καὶ θορύβων γένηται ἐλεύθερος, ἵνα τὴν ἀνδρείαν ἀσκήσῃ, ἵνα τῶν αἰσθητῶν θηρίων μαθητευθῇ τίνα δεῖ τρόπον τοῖς κεκρυμμένοις πυκτεύειν καὶ πρὸς τοὺς λανθάνοντας μάχεσθαι.