Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In conceptionem venerabilis praecursoris
HesychiusPrae 13 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
13.1
Προστεθείσης δὲ τῆς ἡλικίας καὶ τοῦ χρόνου προκόπτοντος, δειπνητὴς μὲν γίνεται τραπέζης τῆς οὐκ ἐχούσης ὀψοποιόν, οὐδὲ μισθούμενος μάγειρον· μέλι γὰρ αὐτῷ ἦν ἄγριον καὶ παντελῶς ἀνάρτυτον· ἀκρίδες δὲ ὄψα ὧν ἡ θυσία ἀσίδηρος, ἀμάχαιρος ἡ σφαγὴ λεβήτων οὐκ ἔχρῃζεν, ἀνθράκων οὐκ ἐδέετο. Οὐκ ἦν αὐτῷ χρεία καρυκείας τῆς ἔξωθεν, ἀλλὰ τὴν καρυκείαν ἐξ ἑαυτοῦ ἐκέκτητο. Καὶ καμήλων τρίχες τῷ βαπτιστῇ τὴν στολὴν κατ εσκεύαζον, ἵνα τὸ πνεῦμα θερμαίνῃ τρυχουμένου τοῦ σώματος, καὶ τηκομένης τῆς σαρκὸς νεκρωθῶσι τῶν ἡδονῶν οἱ σκώληκες. Ἀλλὰ καὶ ζώνῃ δερματίνῃ τὴν ὀσφῦν περιέκειτο. Ἔλαμπε δὲ ὑπὲρ χρυσὸν ἡ τῶν ἡδονῶν νέκρωσις, ὁ ἁγιασμὸς ὑπὲρ ἤλεκτρον ἤστραπτεν, ἡ ἁγνεία τῶν πολυφεγγῶν λίθων τὰς ἀκτῖνας ἀπέ κρυπτεν. Οὕτω δὴ τὴν φιλοσοφίαν ἀσκηθεὶς ἀσκητὴς ἀληθινὸς ἀπήρτιστο καὶ δρομεὺς ἄκακος καὶ στρατιώτης ἄμεμπτος καὶ νυμφαγωγὸς δίκαιος καὶ κῆρυξ εὐσεβὴς καὶ μεσίτης καὶ πρό δρομος, «παντὸς οὑτινοσοῦν πονηροῦ πράγματος ἀπεχόμενος».

Intertext edge

Open linked passage

Note