Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In conceptionem venerabilis praecursoris
HesychiusPrae 14 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
14.1
Ποσάκις αὐτὸν ὁ διάβολος φιλοσοφοῦντα τοιαῦτα θεω ρήσας ἐζήλωσεν; Ἀλλὰ γὰρ ὅμως διαβάλλειν οὐκ ἴσχυσεν. Καὶ τί σφόδρα διψῶν καὶ ποθῶν καὶ δεόμενος; Τί δὲ διαβάλλειν τοῦ ἀθλητοῦ, τί δὲ σκώπτειν τοῦ στρατιώτου, τί χλευάζειν ἔμελλεν τοῦ μηδὲν ἐν ταῖς χερσὶ κατέχοντος; Ποίαν εὐθηνίαν ἐξηγεῖσθαι τοῦ μηδεμίαν ἔχοντος πρὸς τὴν εὐπραγίαν τοῦ βίου συγγένειαν; Μὴ διαβάλλειν εἶχεν τοὺς παῖδας οὓς οὐκ ἔσπειρεν, μὴ θυγατέρας ὧν πατὴρ οὐκ ἐτύγχανεν, μὴ ἀγροὺς οὓς οὐκ ἔσχεν, οἴκους δὲ οὓς οὐκ ἤγειρεν, ὄνους ἢ βόας ἢ καμήλους ὧν οὐδὲν ἐκτήσατο, γυναῖκα ἣν οὐκ ἔγνω, οὐκ ἔσχεν, οὐκ ἔγημεν; Ὑμνείσθω τοίνυν Ἰωάννης, πάλιν ἐρῶ, ἐπειδὴ πᾶσιν ἐμέρισε προσφόρως τῆς σω τηρίας τὸ κήρυγμα. Τοὺς μὲν γὰρ στρατιώτας ἀρκεῖσθαι τοῖς ὀψωνίοις ἐκέλευσεν, τοὺς δὲ τελώνας μηδὲν πλέον τῶν φόρων τῶν τεταγμένων λαμβάνειν, τὸν λαὸν σύντομον ὁδὸν τῆς ζωῆς εἰς Χριστὸν ἐπιδείξασθαι, τὸν ἔχοντα διδόναι τῷ μὴ ἔχοντι, τὸν περιττεύοντα τῷ ὑστεροῦντι παρασχεῖν τὸ περιττεῦον, ἵνα τὸ σῶμα μὴ ὑστερῇ, τῶν μελῶν εἰσφερόντων ἀλλήλοις καὶ χορη γούντων τὰ δέοντα.

Intertext edge

Open linked passage

Note