In conceptionem venerabilis praecursoris
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
15.1
Οὗτος ὁ λαὸς σωρηδὸν ἐπὶ τὴν πηγὴν τοῦ βαπτίσματος ἔσπευδεν καὶ μετ' αὐτοὺς ὁ λυτρωτὴς αὐτὸς ὡς προβάτοις ποιμὴν ἐπακολουθῆσαι βουλόμενος καὶ τῆς πηγῆς μετασχεῖν ἧς αὐτὸς τοῖς ἀμνοῖς ἐνεφάνισεν. Ἔπαλλον οἱ τοῦ βαπτιστοῦ δάκτυλοι, αἱ χεῖρες ἐνάρκων, ἕκαστον αὐτῷ τῶν μελῶν τῆς στολῆς ἀπὸ κεφαλῆς μέχρι ποδῶν ἔτρεμεν. Καὶ μήτε ἀντειπεῖν ὡς οἰκέτης δεσπότῃ δυνάμενος, μήτε διακονῆσαι χωρῶν τῷ τοσούτῳ προσ τάγματι, οὔτε παραιτεῖσθαι ἐτόλμα τῷ μεγάλα προστάττοντι. «Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι καὶ σὺ ἔρχῃ πρός με.» Πῶς, φησίν, πλυνῶ τὸν καθαρόν; Τίνα δὲ τρόπον κρατήσω τὸν ἀχώρητον; Πῶς λευκανῶ τὸ φῶς; Πῶς ἀποσμύξω τὸν ἥλιον; Τί μου χρῄζει τῆς χειρός; Τί σοι δεῖ γλώττης ἣν αὐτὸς ἐκεράμω σας; Τί πρὸς σὲ βαπτίζων εἴπω; Τί πρὸς αὐτὸν τὸν Ἰορδάνην φθέγξομαι; Τί πρὸς τὴν περιστερὰν τὴν ἐξ οὐρανῶν αὐτομο λοῦσαν τοῦ πνεύματος; Τί πρὸς τὴν νεφέλην ᾗ τοῦ σοῦ πατρὸς ἐποχεῖται τὸ κήρυγμα; Ἆρα μὴ ἀγνοεῖς τί ὑπάρχω, δέσποτα; Ἆρα δὲ οὐκ οἶδας διὰ τί παραγέγονα;»