In conceptionem venerabilis praecursoris
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
16.1
«Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με.» Μὴ γὰρ «ἐν ἀνομίαις συνελήφθης», ὥσπερ ἐγώ; Μὴ γὰρ «ἐν ἁμαρτίαις ἐκίσσησέ σε ἡ μήτηρ σου» ἢ σπόρον ἔσχεν ὁ τό κος; Μὴ φθορὰν ἡ κύησις ἢ συμπλοκὴν ἡ σύλληψις; Μὴ νυμ φίον ἡ μήτρα ἢ γεωργὸν ἡ γαστήρ; Μὴ τὸ γάλα ἐξ ἀνδρός; Μὴ τῆς σῆς μητρὸς τὸν μασθόν τις ἐψηλάφησεν; Μὴ τῇ κατάρᾳ τῆς Εὔας ἡ παρθένος ὑπέπεσεν;» Ἀλλὰ τί πρὸς αὐτὸν ὁ λυτρωτὴς ἐπήγαγεν; «Ἄφες ἄρτι· οὕτως γὰρ πρέπον ἡμῖν ἐστι πληρῶσαι πᾶσαν δικαιοσύνην. Ἄφες ἄρτι», τουτέστιν τί γυμνοῖς πρὸ καιροῦ τὰ λανθάνοντα; Τί ἐκκαλύπτεις τὰ δεόμενα τέως κρύπτεσθαι μέχρι καιροῦ; Τί θορυβεῖς τῶν Ἰουδαίων τὴν ἀκοήν; Τί τοξεύεις τοῦ διαβόλου τὰ ὦτα; Τί φυγαδεύεις ἀπὸ τῆς γῆς πρὸ τοῦ σταυροῦ τοὺς δαίμονας; Τί δειλοὺς κατασκευάζεις τοὺς διακονεῖν τῇ θυσίᾳ τοῦ σταυροῦ καὶ παρὰ γνώμην μέλλοντας;»