Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In conceptionem venerabilis praecursoris
HesychiusPrae 17 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
17.1
«Ἄφες ἄρτι.» Τί σαυτὸν μεγάλα ζημιοῖς; Τί τὴν φύ σιν ὑπέρογκον ἀποστερεῖς; Ἐὰν μὴ βαπτισθῶ, πῶς φωνῆς ἀκούσει; Ἐὰν μὴ ἀκούσῃ φωνῆς, πῶς μαθήσει τοῦ Πατρὸς τὴν βουλήν, πῶς θαρρήσει τοῦ Υἱοῦ τὰ μυστήρια, πῶς τὴν ἄφι ξιν κατοπτεύσεις τοῦ Πνεύματος, πῶς τὸν οὐρανὸν θεωρήσεις ἀνοιγόμενον; Ἐὰν μὴ βαπτισθῶ, τίς ἁγιάσει τὸ ὕδωρ τοῦ βαπτίσματος, τίς συντρίψει τὰς κεφαλὰς τοῦ δράκοντος, πῶς λευκαίνεται τὰ στοιχεῖα, πῶς ἡ κτίσις καθαίρεται, πῶς τὰ ῥυ πωθέντα σκεύη τοῦ Ἀδὰμ ἀποπλύνεται; «Ἄφες ἄρτι· οὕτως γὰρ ἡμῖν πρέπον ἐστὶ πληρῶσαι πᾶσαν δικαιοσύνην», ἣν ὁ νό μος ἐντέλλεται καὶ οἱ προφῆται κηρύττουσι καὶ ἡ χάρις εἰσ ηγεῖται καὶ τὸ καινὸν τῆς βασιλείας ἐπιζητεῖται κήρυγμα. Ἐτέχθην ἐκ γυναικὸς καὶ τὸ χρέος τῆς Εὔας ἀποδέδοται· δούλου μορφὴν ἐφόρεσα καὶ τῆς ὀφειλῆς τὸν Ἀδὰμ ἠλευθέρωσα· ἐπὶ φάτνης ἐκάθισα καὶ ὁ γεγονὼς κτηνώδης τῆς ἀρᾶς ἐλύθη καὶ τῆς αἰσχύνης ἀπήλλακται· ἐνεδυσάμην σπάργανα καὶ τῆς γυμνώ σεως τὴν πληγὴν ἐθεράπευσα. Ἕνεκα τοῦ Ἰσραὴλ περιετμήθην· ἰδοὺ πάλιν διὰ τὰ ἔθνη βαπτίζομαι, καὶ οὕτως πᾶσα δικαιοσύνη τοῖς ἐμοῖς νόμοις ὁμοῦ καὶ τοῖς ἔργοις σφραγίζεται.» Αὕτη μὲν οὖν ἦν καὶ τοιαύτη τῶν παρὰ τοῦ Λόγου καὶ θεοῦ ἐμφωνηθέντων ἡ δύναμις· αὐτὸς δὲ τῇ διακονίᾳ τοῦ μυστη ρίου θαρρήσας καὶ τῇ θεωρίᾳ τῆς περιστερᾶς γεγονὼς ὑψηλό τερος καὶ τῇ φωνῇ τοῦ πατρὸς ἔτι μᾶλλον λαμπροτέραν τὴν παρρησίαν κτησάμενος, καὶ κατὰ τυράννων τὴν γλῶσσαν ἐκίνει καὶ παρανομοῦντα τὸν Ἡρῴδην ἤλεγχεν, καὶ πρὸς τὸν βασιλέα φωνῇ μεγάλῃ φθέγγεται· «Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου.» Εἰ μὴ τὸν νόμον φυλάττεις, οὐ δυνήσει τὸ σκῆπτρον ἔχειν. Εἰ τὴν ἐντολὴν παραβαίνεις, τὴν πορφύραν ἀπόδυσαι. Εἰ τοῦ θεοῦ καταφρονεῖς, τοῦ θρόνου οὗ ἔλαβες παρ' αὐτοῦ κατάβηθι. Μὴ ἐπαίρου τοῖς ὅπλοις», φησίν· «οἱ γὰρ νόμοι τὸν βασιλέα φυλάττουσιν. Μὴ ἀμέλει τῆς ἀρετῆς· εὐπρεπεστέρα γὰρ ὑπάρχει τοῦ χρυσολίθου βήματος. «Οὐκ ἔξ εστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου.»

Intertext edge

Open linked passage

Note