In conceptionem venerabilis praecursoris
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
19.1
«Φεῖσαι τῆς τοῦ γένους διαδοχῆς», φησίν. «Μὴ διαφθεί ρῃς τὴν τάξιν τοῦ βασιλικοῦ σπέρματος. Τίνος, εἰπέ, βούλει καλεῖσθαι τὸν ἐξ Ἡρῳδιάδος παρὰ σοῦ μοιχευομένης τικτό μενον, τοῦ προτέρου νυμφίου ἢ τοῦ δευτέρου μοιχοῦ, τοῦ νομίμως τὴν κοίτην ἀναβάντος ἢ μᾶλλον τοῦ ταύτην παρανόμως ἁρπά σαντος; Φιλίππου καλέσομεν υἱὸν τὸν ἐξ αὐτῆς τικτόμενον; Ἀλλότριος αὐτοῦ ὁ τεχθείς. Ἡρῴδου τοίνυν ἔκγονον θέλεις ὀνομάζεσθαι; Ἀλλὰ γὰρ ὁ ἀγρὸς οὐκ ἔστι σός, ἀλλότριον τὸ παρὰ σοῦ παρανόμως σπειρόμενον γεώργιον.» Οὐ μὴν ὁ τύραννος τῆς συμβουλῆς ἀνέχεται, ἀλλὰ μισθὸν τὰ δεσμὰ τῷ διδασκάλῳ δίδωσιν. Καὶ τῇ φυλακῇ τὸν βαπτιστὴν παρέπεμψε καὶ τὸν φόνον ὤδινεν. Τὸ ξίφος ὠθῆσαι ἐβούλετο καὶ ἐμελέτα τὴν σφα γὴν καὶ τὸν λαὸν αἰσχυνόμενος ἀνεβάλλετο. Καιρὸν τοίνυν ὡς εἰκὸς ἐζήτει τοῦ παρανόμου δράματος καὶ τῆς ἀκαίρου τομῆς ἡμέραν εὔκαιρον ἐφαντάζετο.