In conceptionem venerabilis praecursoris
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Πάντα μεγάλα καὶ πάντων ἐνδοξότατα τῶν θεοφόρων προ φητῶν ὑπάρχει τὰ σκιρτήματα· σὺν τῷ θεῷ γὰρ κινοῦσι τοὺς πόδας καὶ τὰς χεῖρας ἐνεργοῦντες ἐκ τοῦ πνεύματος· ἄϋλος αὐτοῖς ὁ Λόγος καὶ υἱός, Χριστός τε καὶ θεός, ἐν τῇ γλώσσῃ προσφέρεται, Λόγος ἐκεῖνος ὅστις τὰ κάλλη τοῦ οὐρανοῦ συνέ θηκεν, καὶ τῶν ἡλιακῶν ὀχημάτων τὴν ἀστραπὴν ἐχάλκευσεν, ἔταξε μηνιαῖα τῇ σελήνῃ τὰ κέρατα, ἔζευξε τὴν ἁρμονίαν τῶν ἄστρων καὶ διέζευξεν, δρόμον ἴδιον τεχνασάμενος ἑκάστῳ, κοινὴν πᾶσιν ὁδὸν καὶ μίαν ἐντειλάμενος αὐτοῖς, οὐκ ἀφῆκε τὰς νεφέλας ἀχαλινώτους πέτασθαι, ἀλλ' ὥσπερ καιρὸς καλεῖ, καὶ τῶν ἀγρῶν ὁ καρπὸς ἐπιζητεῖ, καὶ ὁ γεωργὸς ἀπαιτεῖ καὶ ποθεῖ καὶ προσ εύχεται, καὶ πάντες οἱ κάτω πρὸς τὸν ἄνω πρεσβεύονται.