Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In conceptionem venerabilis praecursoris
HesychiusPrae 20 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
20.1
Γενεσίοις δὲ γενομένοις Ἡρῴδου τοῦ τεχθῆναι εἰς τὸν κόσμον μηδαμῶς ὀφείλοντος μηδὲ προελθεῖν εἰς τὸ κοινὸν τῆς πολιτείας τοῦτο τῆς ἀνθρωπίνης στάδιον, μηδὲ τῶν στοιχείων ἀπολαῦσαι, μὴ τῆς κτίσεως εὐποιεῖσθαι, μὴ τῇ ἀσελγείᾳ κε χρῆσθαι τὴν σελήνην, μεταναλῶσαι τὸν ἥλιον, ὑβρίσαι τῶν ἄσ τρων τὸν δρόμον, διαβάλαι τὰ τῆς ἡμέρας μέτρα καὶ τῆς νυκτὸς τὰ τέρματα· οὐδὲ γὰρ τὴν ἡμέραν παρανομῶν ᾐσχύνετο, ἀσελ γαίνων τῆς νυκτὸς οὐκ ἐφείδετο, οὐκ ἐνετρέπετο τὸν ἡλιακὸν δρόμον, τὰ τοῦ ποιητοῦ παρερχόμενος ὅρια· γενεσίοις δὲ ὅμως ἀγομένοις τοῦ βλάψαντος τὰ γένη καὶ τὴν βασιλικὴν ἐξυβρί σαντος γέννησιν, «ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρῳδιάδος εἰς τὸ μέσον καὶ ἤρεσε τῷ Ἡρῴδῃ· ὅθεν μεθ' ὅρκου ὤμοσεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται. Ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς· «Δός μοι», φησίν, «ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.» Καὶ ἐλυπήθη ὁ βασιλεύς· διὰ δὲ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους, ἐκέλευσε δοθῆναι καὶ πέμψας ἀπεκεφάλισε τὸν Ἰωάννην ἐν τῇ φυλακῇ. Καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι καὶ ἐδόθη τῷ κορασίῳ· καὶ ἤνεγκε τῇ μητρὶ αὐτῆς. Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ σῶμα καὶ ἔθαψαν, καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ.»

Intertext edge

Open linked passage

Note