In conceptionem venerabilis praecursoris
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
21.1
Φεῦ, κακῶν ὅσων αἱ γυναῖκες τὸν βίον τοῖς ἀνθρώποις ἐπλήρωσαν, ὅσας ἀκάνθας ἡμῖν ἔσπειραν καὶ τριβόλους ἐγεώρ γησαν. Γυνὴ τῷ πρωτοπλάστῳ τὸν παράδεισον ἔκλεισεν, γυναῖκες τὸν κατακλυσμὸν τῷ γένει τῶν γιγάντων ἐπήγαγον· «Ἰδόντες γάρ», φησίν, «οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν», εἰσῆλθον πρὸς αὐτὰς καὶ ὠργίσθη θυμῷ ὁ κύ ριος καὶ εἶπεν· «Μεταμεμέλημαι ὅτι ἐποίησα τὸν ἄνθρωπον καὶ ἐξαλείψω πᾶν τὸ ἀνάστημα ἀπὸ προσώπου τῆς γῆς.» Γυνὴ τὸν μέγαν πατριάρχην τὸν Ἰωσὴφ ἐπείρασεν, καὶ δεσμοῖς ὁμιλῆσαι τὸν προφήτην πεποίηκεν, καὶ τὸν θεοφόρον παρεσκεύασεν ὡς μοιχὸν ἐν τῇ φυλακῇ καθέζεσθαι, ὡς φθορέα βαρὺν κλοιὸν ἐν τῷ τραχήλῳ περιφέρειν. Γυνὴ τὸν Σαμψὼν αἰχμάλωτον τοῖς ἀλλοφύλοις παρέδωκεν. Γυνὴ τὸν Ἠλίαν δραπέτην τῆς γῆς ὅλης τοῦ Ἰσραὴλ γενέσθαι ἠνάγκασεν.