In conceptionem venerabilis praecursoris
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
22.1
Γυνὴ νῦν ὀρχεῖται καὶ τυφλοῖ τὸ συμπόσιον καὶ καροῖ τῇ παρανόμῳ θεωρίᾳ τὸν τύραννον. Ἦν γὰρ αὐτῇ πλοκὴ τρι χῶν τοὺς νέους σαγηνεύουσα, ὀφθαλμῶν ὑπογραφὴ τοὺς ὁρῶν τας ὑποσκελίζουσα. Φυκίαν ταῖς ἀρεταῖς ἐπέπαττεν, καὶ τοῖς συναντῶσι τὸ ἄγκιστρον φορητὸν οὐκ ἐτύγχανεν. Ἤνοιγε τὸ στόμα, καὶ θάνατον ἐκ τῆς γλώττης ἠρεύγετο. Ἀνέκλα τὸν τρά χηλον, καὶ φθορᾶς ἡ θεωρία ἦν πρόξενος. Ἐγύμνου τὰ στέρνα, καὶ ᾅδου προπύλαια παρεῖχεν ὁρᾶν τοῖς περιέργως βλέπουσιν. Ἐγύμνου τοὺς μηροὺς ἀναστέλλουσα τῶν ποδῶν τῆς ποικίλης θεωρίας τὸ χιτώνιον, καὶ δράκοντες ἐκ τῶν λαγόνων συρίζοντες εἰς φθορὰν τῷ θεάτρῳ προήρχοντο. Καὶ ἦν τὸ νεῦμα δολερόν, τὸ βλέμμα ῥυπαρόν, φθοροποιὸν τὸ φθέγμα, ψυχοβλαβὲς τὸ κίνημα, θανατηφόρον τὸ φίλημα.