Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In conceptionem venerabilis praecursoris
HesychiusPrae 23 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
23.1
Πλὴν ὁ Ἡρῴδης ἁλοὺς δώσειν ὅπερ ἂν αἰτήσῃ τὸ πονηρὸν ὀρχήστριον ὤμοσεν. «Ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς· Δός μοι, φησίν, ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.» Ὁρᾷς ἡλίκον ἡ θηλυμανὴς ἡδονή. Αἰσθάνει πόσον ἡ φθορὰ τὸν ἁλόντα δουλοῖ, πῶς ὁ χαυνωθεὶς τῇ μέθῃ οὐκέτι τὸ σκῆπτρον οἶδεν, τῆς ἐξουσίας οὐ μέμνηται, πᾶσι πρό κειται παίγνιον. Τί γὰρ πρὸς αὐτὸν ἡ ὀρχήστρια ἐφθέγξατο; «Δός μοι ὧδε ἐξαυτῆς ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.» Ταῦτα δὲ οὐ παρακαλούσης, ἀλλ' ἐπιταττούσης τὰ ῥήματα· οὐ γὰρ ὡς κόρη τῷ βασιλεῖ μετὰ φόβου ἢ αἰδοῦς ἤ τινος ὑποστολῆς προσέρχεται, ἀλλ' ὡς οἰκέτῃ δέσποινα, ὡς δεσμώτῃ ἡ δεσμῶν ἐξουσίαν ἔχουσα. «Δός μοι, φησίν, ἐπὶ πί νακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.» Μὴ ἀναβάλῃ τὴν αἴτησιν. Ὧδε χρῄζω τῆς τοῦ προφήτου σφαγῆς, ἐνταῦθα πρα χθῆναι τὸν φόνον τοῦ τὴν μοιχείαν ἐλέγχοντος. Ὅπου τὴν ἐμὴν ἐθεώρησας γύμνωσιν, ὧδε τὸν ταύτης θριαμβευτὴν τιμωρίαν εἰσπράττομαι.»

Intertext edge

Open linked passage

Note