In conceptionem venerabilis praecursoris
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
24.1
«Δός μοι τὴν Ἰωάννου κεφαλὴν ἐπὶ πίνακι»· Ἡρῳδιὰς γὰρ ἐκέλευσεν, ἡ μοιχαλὶς προσέταξεν· «Εἰ μὴ δῷς, οὐκ ἔχεις τὴν ἅμα σοὶ μοιχεύουσαν· ἡ κοίτη μετὰ τὸν οἶνόν σοι χηρεύσει. Ἀναχωρῶν ἀπὸ τῆς στιβάδος, τίνι συνέρχεσθαι; Ἀισχύνεται τὴν φθορὰν ἡ μήτηρ, Ἰωάννου σαλπίζοντος, αἰδεῖται τοὺς οἰκέ τας, τοὺς δορυφόρους ἐντρέπεται. Πᾶσιν ἡ βασιλὶς θρύλημα διὰ τὴν Ἰωάννου παρρησίαν γίνεται. Πάντες αὐτῆς τραγῳ δοῦσι τὸ δρᾶμα, ὁ βαπτιστὴς δὲ τῆς τραγῳδίας αἴτιος τὴν γλῶσ σαν πάντων προπηδήσας ἐκίνησεν. Οὗτος τὴν σάλπιγγα καθ' ἡμῶν προεβάλετο· πρῶτος τὴν μοιχείαν οὐκ εὐλαβηθεὶς στηλι τεύειν τὴν βασιλίδα ἤρξατο. Μωυσῆς κοιμᾶται, καὶ δι' αὐτοῦ φθέγγεται· ὁ νόμος καθεύδει, Ἰωάννης δὲ αὐτὸν καθ' ἡμῶν ἐξ υπνίζει· τὴν βασιλίδα μοιχαλίδα καλεῖ, ἀκολουθεῖν δὲ πολλοὺς καὶ γενέσθαι τολμηροὺς προετρέψατο.»