In conceptionem venerabilis praecursoris
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
25.1
«Δός μοι τοίνυν τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.» «Δός»· εἰ γὰρ σὺ μὴ δώσεις, ἡμεῖς λαβεῖν οὐ χρῄζομεν· αὐ τομολήσει δὲ πρὸς τὸν φόνον ὁ δήμιος παρ' ἡμῶν ἐπιτραπείς. Δοῦλόν σε πάντες τῆς μοιχαλίδος, αἰχμάλωτον τῆς ὀρχηστρίδος ἴσασιν. Μαρτυρεῖ τούτοις ἡ στιβάς, μαρτυρεῖ τὸ συμπόσιον, ὁ οἶνος, ἡ μέθη, τῶν ὅρκων ἡ συνθήκη, ἡ ἀχαλίνωτος τοῦ βασιλέως ὑπόσχεσις. «Δός μοι τοίνυν ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάν νου τοῦ βαπτιστοῦ»· διψῶ γὰρ αὐτοῦ τὸ αἷμα πιεῖν καὶ τὰ μέλη μασήσασθαι, ἰδεῖν μετὰ τῶν βασιλικῶν ὄψων τὴν κεφαλὴν τοῦ λοιδοροῦντος τὰ βασίλεια. Σπαίρουσαν ταύτην χρή με τῇ μητρὶ προσαγαγεῖν ἀπὸ τῆς τραπέζης τῆς βασιλικῆς ξένιον, ἐπειδὴ ταύτην τοῦ δείπνου μερίδα ἀπὸ τῶν σῶν γενεσίων Ἡρῳδιὰς ἐκδέχεται.» Καὶ ταῦτα μὲν ἡ κόρη.