In conceptionem venerabilis praecursoris
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
26.1
«Λυπηθεὶς δὲ ὁ βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους, ἐκέλευσε δοθῆναι.» Μὴ ἀποδέξει τοῦ Ἡρῴδου τὴν λύπην; Μηδὲ συγγνώμης ἀξιώσεις τὸν τύραννον; Ἐξῆν γὰρ εἴπερ ἐβούλετο τὴν ὀρχηστρίδα τροπώσασθαι. Ἐξῆν εἰ ἠθέλει τὸν ὅρκον παραιτήσασθαι. Τί γάρ; Εἰ τοὺς ὀφθαλμοὺς ἔτυχεν Ἡρῳδιὰς ἀπαιτοῦσα τὸν τύραννον, ἆρα τυφλὸς ἔμελλεν ὁ βασιλεὺς εἰς τὸν θρόνον καθέζεσθαι; Τί δέ; Εἰ κολοβῶσαι τὸ οὖς καὶ τὰς ῥῖνας ἀποτεμεῖν ἐβούλετο, ἆρα ἐγένετο τέρας ἐξαπίνης ὁ τύραννος; Καὶ τί πάλιν; Εἰ τὰς χεῖρας ἀποτεμεῖν ἐπέταττεν, ἆρα τῶν δακτύλων καὶ τὸ σκῆπτρον ἐξέπιπτεν; Οὐδαμῶς.