In conceptionem venerabilis praecursoris
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
27.1
Ἀλλὰ πρὸς τὴν κόρην ὥσπερ ἦν εἰκὸς λέγειν· «Ὤμοσα παρασχεῖν ὅπερ αἰτήσεις ἐμόν· ᾤμην γὰρ νυμφικοὺς μαργαρίτας ἐκδέχεσθαι, ἢ ὡς ὅτι ἀγρὸν αἰτήσεις μυριόφυτον, ἢ ποθήσεις πόλιν ἥνπερ ἔχω τῆς βασιλείας μου ἐξαίρετον. Νῦν δὲ ἐμὸν οὐδὲν αἰτεῖς, ἐπιζητεῖς δὲ ὃ παρασχεῖν οὐ δύναμαι, προφήτου κεφαλὴν ἐπιζητεῖς. Καὶ πῶς σοι παρασχεῖν ὁ βασιλεὺς τὰ τοῦ ποιητοῦ δύναται; Εἰ τὸν οὐρανὸν ᾔτησας, μὴ τοῖς ὅρκοις ὁ βασιλεὺς ὑπεύθυνος, ἢ τὴν γῆν ἢ τὴν θάλασσαν; Οὐδαμῶς· οὐ γὰρ ἐν ἐμοὶ δοῦναι τὰ ὑπὲρ ἐμέ, ἃ τῆς ἐμῆς ἐξουσίας οὐχ ὑπάρχει καὶ ταῖς ἐμαῖς χερσὶν ὑπέρκειται». Τούτων οὐδὲν ὁ Ἡρῴδης φθέγγεται, ἀλλὰ λυπεῖται μέν· τὸ συνειδὸς γὰρ αὐτὸν ἐκέντα. Ὁ νόμος δὲ ἔνδοθεν ὁ φυσικὸς ἐτάραττεν. Ἠγωνία πρὸς τούτοις τὸν ὄχλον καὶ τὸ πλῆθος πεφόβητο· πολλῶν γὰρ ἕνεκεν ἔχοντες ὑπῆρχον τὸν βαπτιστὴν ἐν θαύματι. Ἀλλ' ὅμως, ἐπειδὴ τὸν φόνον ὤδινε καὶ τὴν σφαγὴν ἐδίψη καὶ τὸν τοῦ προφήτου θάνατον οἰκείαν ἐλευθερίαν ἐνόμιζεν, δυσωπηθεὶς τοὺς ὅρκους ὑποκρίνεται καὶ τὸν δήμιον διακονῆσαι πέμπει τῷ τῆς κόρης προστάγματι.