In conceptionem venerabilis praecursoris
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
28.1
Καὶ οὕτως ἡ τοῦ βαπτιστοῦ κεφαλὴ ἐπὶ πίνακι φέρεται, τῶν προφητῶν τὸ κάλλος, ἡ παρρησία τοῦ λόγου, τῆς μετανοίας ἡ χάρις, ὁ πολυμερὴς αὐλός, ἡ σάλπιγξ ἡ θεόφθογγος, γλῶττα ἡ τὰς νεφέλας κινοῦσα, ὀφθαλμοὶ οἱ τὰ ἀθεώρητα βλέποντες, ὦτα καθαρῶς ἀκροώμενα τὰ τοῦ θεοῦ μυστήρια, κεφαλὴ τὴν πάντων κεφαλὴν ψηλαφήσασα· καὶ ἥν, ὡς ἐδόθη τῷ κορασίῳ, ἀμνοῦ θυσίαν ἐβάστασε πάρδαλις, βασιλικοῦ λέοντος κεφαλὴν περιέφερε λύκαινα. Καὶ ἤνεγκε τῇ μητρὶ τὸν κατήγορον τὸν οὐδὲ μετὰ θάνατον τῶν ἐλέγχων παυσάμενον, οὐδὲ μετὰ τὴν σφαγὴν τῆς παρρησίας ἀφέμενον. Ἀλλ' ὁ προφήτης κεκοίμηται, καὶ ὁ λόγος πανταχοῦ διαδέδοται· ἡ σάλπιγξ ἐπαύσατο, καὶ γέμει τῶν ἐξ αὐτῆς ἤχων τῆς οἰκουμένης τὰ θέατρα· ἡ γλῶττα εἰς γῆν, οἱ δὲ ἐξ αὐτῆς φθόγγοι τὰς φυλὰς ἐπλήρωσαν· τὰ ἔθνη κατεκτύπησε, βροντῶν ἰσχυροτέρα καθ' ἑκάστην ἠχοῦσα γενεάν· ἀπ' ἐκείνης γὰρ ἀρξάμενοι τὸ «Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου» εἰς πᾶσαν τὴν γῆν διεπόρθμευσαν. Σὺ δὲ μηδαμῶς ἐκ μιᾶς γυναικὸς ὅλου τοῦ κόσμου κατάτρεχε μηδέ, σκεύους ἑνὸς ῥυπαροῦ τινος ὄντος νῦν ἕνεκα, ὅλην τὴν τοῦ ποιητοῦ κεραμικὴν κατάβαλλε.