In conceptionem venerabilis praecursoris
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1
Αὐτὸς εἶπεν τῇ θαλάσσῃ· «Σκίρτα καὶ μαίνου· καὶ κορυφού σθω μὲν ἀλλ' ἐν σοὶ συντριβέσθω τὰ κύματα.» Φοβείτω τοίνυν, ἵνα μὴ λήθην ὁ πελαγοδρόμος τοῦ δημιουργοῦ κτήσηται· μὴ βολιζέτω δὲ τὸν ἔμπορον, ἵνα μὴ τὸ στοιχεῖον ἐπιζήμιον τῷ κληρονόμῳ γένηται. Αὐτὸς τῇ ξηρᾷ μερίζει τὰ ἄνθη, τὰ φυτά, τοὺς καρπούς, τὰ βλαστήματα, καὶ χώραν ἑκάστην τοῖς ἀνατέλ λουσιν ἐξαιρέτως ἀγαθοῖς ἐτίμησεν, καὶ τὴν γῆν ὅλην ἓν σῶμα μέλεσι πολλοῖς πολλαχοῦ μεριζόμενον ἔδειξεν. Αὐτὸς τοῖς προ φήταις μερίζει τοὺς αὐλοὺς καὶ διαιρεῖ τὰς σύριγγας καὶ χαλκεύει τὰς σάλπιγγας, ἐνεργεῖ τὰ κύμβαλα καὶ ἀρθροῖ τὰ τύμπανα, δια νέμει τοὺς κλήρους καὶ κληροῖ τὰ χαρίσματα. Καὶ διπλῆν καὶ ἐνδοξοτέραν ὁ βαπτιστὴς Ἰωάννης τὴν χώραν κεκλήρωται, ἐπειδὴ νέος ὢν τοὺς καιροὺς ἐβιάζετο, παρέ τρεχε τὰ τῆς φύσεως ὅρια, καὶ κατέχειν ἡ γαστὴρ τὸ παιδίον οὐκ ἴσχυεν, ἡ μήτρα συγκλείειν τὸν προφήτην οὐκ ἠδύνατο. Οὐκ ἦν αὐτῷ φθέγμα, καὶ λόγων ἐνδόξων ὅλην τὴν γῆν ἐπλή ρωσεν. Αὐλὸν οὐκ εἶχεν ἡ γλῶττα, καὶ τὸ μέλος τὴν οἰκουμένην ἔφθασεν. Ἄστομος ἡ σάλπιγξ ὑπῆρχεν ἡ τοῦ στόματος, καὶ τῶν δογμάτων ὁ ἦχος τὸν οὐρανὸν κατέλαβεν, καὶ τοσοῦτον τῷ κεραμεῖ τεθαρρηκὸς τὸ βρέφος τὸν πηλὸν ἐνεδυνάμωσεν. Ὁ καιρὸς οὐκ ἦλθεν, οὐδὲ ὁ τόκος ἔφθασεν, αἱ ὠδῖνες οὐ παρῆσαν, οἱ μῆνες οὐ πεπλήρωνται, καὶ τὸ βρέφος ἄνευ τῆς γλώττης τῷ παιδὶ ἐλάλει, καὶ τοῖς σκιρτήμασι τὶ αὐλῶν τινῶν ἐκέχρητο, καὶ ἐ λάκτιζεν τὴν μήτραν ὥσπερ τύμπανον, καὶ τὴν γαστέρα περι τρέχων οἷα κύμβαλον ἔκρουεν, καὶ λύραν εὗρεν αὑτῷ καθαράν, πλατεῖαν, εὔτονον, κοιλιόχορδον, καὶ λέγειν τὴν μητέρα πρὸς τὴν Μαριὰμ ἐπέταττεν· «Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλο γημένος ὁ καρπὸς τῆς κοιλίας σου.» «Εὐλογημένη σὺ ἐν γυναιξί», ὅτι τοὺς δεσμοὺς ἔλυσας, τὴν φύσιν ἠλευθέρωσας, τῆς Εὔας τὰς ὠδῖνας ἐχαύνωσας, τὸν Ἀδὰμ τῶν ἀναγκῶν ἀνώτερον κατέστησας. «Εὐλογημένη σὺ ἐν γυναιξί»· διὰ σὲ γὰρ ἡ στεῖρα μήτηρ, καὶ τρανὰ τὸ βρέφος λαλεῖ, καὶ τὸ παιδίον ὑπὲρ ῥήτορας φθέγγεται, καὶ ὁ μήπω ψελλιστὴς εὐαγγε λιστὴς ἀναδέδεικται. «Καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.» Ἐγὼ φωνὴ καὶ βροντή, νυμφαγωγὸς καὶ λύχνος, μεσίτης καὶ κῆρυξ, προφήτης καὶ ἀπόστολος, σαλπιστὴς τοῦ τῆς ζωῆς χαρίσματος, ὁμαλιστὴς ὁδοῦ μηδὲν ἐχούσης πρόσκομμα, βαπ τιστὴς πρὸς σαρκὸς θεωρούμενος, πρόδρομος βασιλέως οὗ τὸ βῆμα πανταχοῦ, ὁ θρόνος ὑπὸ πάντων τῶν στοιχείων βαστάζεται. Δορυφοροῦσι πάντες, οὐδεὶς δὲ τοῦ δορυφορουμένου τὴν ὄψιν εἶδεν ἢ τὸν χαρακτῆρα ἐπίσταται. Τρέμουσι πάντες ἐπὶ δόξαν αὐτοῦ λογιζόμενοι, ἐμβρόντητοι τὴν διάνοιαν γίνονται, στοχά σασθαι τὴν οὐσίαν ἢ τὴν δύναμιν φαντασθῆναι πειρώμενοι.»