In conceptionem venerabilis praecursoris
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
5.1
Ὑμνείσθω τοίνυν Ἰωάννης, ὁ τῆς ἐρήμου πολίτης, ὁ τοῦ Ἰορδάνου τειχιστής, ὁ τῆς θεοπτέρου περιστερᾶς θεωρός, ὁ τῆς νεφέλης τῆς πατρῴας κατάσκοπος, ὁ φωνῆς ἀκροατὴς ἥτις τὴν τοῦ υἱοῦ ἀξίαν παρέστησεν, τοῦ Λόγου τὴν δόξαν ἐφανέρωσεν, τοῦ μονογενοῦς τὴν δόξαν ἀπεκάλυψεν. Ὑμνείσθω Ἰωάννης, ὁ τῆς ᾠδῆς αὐληστὴς ᾗ πάντες ἐπιτρέχουσιν. Τίς γὰρ ἀκούων μετανοεῖται, οὐ σπεύδει πλυθῆναι, οὐ ποθεῖ καθαρισθῆναι, οὐ προσφέρει τῇ πηγῇ κάδον ἀντλῆσαι καὶ πιεῖν καὶ τὸν καύσωνα καταψῦξαι βουλόμενος; Τίς, μαθὼν ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν, φθάσαι τὸν ἀδελφὸν οὐ ποθεῖ καὶ τὸν πλησίον προ λαβεῖν οὐκ ἐπείγεται; Ὑμνείσθω Ἰωάννης, οὗ τὰ πρῶτα θαύματα καὶ τὰ ἔσχατα μεγάλα καὶ ὑπέρλαμπρα.