Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In conceptionem venerabilis praecursoris
HesychiusPrae 6 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1
Τὰ πρῶτα θαύματα· Γαβριὴλ αὐτῷ τὸν τόκον κατεμήνυσεν, ἄγγελος ἑρμηνεύει Ζαχαρίᾳ τὴν σύλληψιν. Ἐξ οὐρανοῦ τὸ δῶρον μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου ἑστηκὼς ὁ ἱερεὺς ἐλάμβανεν, καὶ δείλαιοι οἱ παῖδες τῶν Ἰουδαίων τοσοῦτον ἐτύγ χανον· ἔνθα γὰρ τὸν χρηματισμὸν ὁ ἱερεὺς τοῦ θεοῦ ἐδέξατο, ἐκεῖ τὸ ξίφος ἀκονοῦσι καὶ τὰς χεῖρας ὁπλίζουσι καὶ μελετῶσι τὸν φόνον καὶ τὸ δρᾶμα ἐργάζονται. Τί δὲ ὁ Γαβριὴλ πρὸς Ζα χαρίαν ἔλεγεν; «Μὴ φοβοῦ, Ζαχαρία, ὅτι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἰδοὺ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέ σεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην. Καὶ ἔσται σοι χαρὰ καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται. Ἔσται γὰρ μέγας ἐνώπιον κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ Πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ, καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ κύριον τὸν θεὸν αὐτῶν. Καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου, ἐπι στρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι κυρίῳ λαὸν κατεσκευασμένον.» Ἀκούεις πῶς πλοῦτον πηλίκον ὁ βαπτιστὴς Ἰωάννης πρὶν τεχθῆναι κομίζεται καὶ πρόξενος ἀγαθῶν ὅσων πρὶν συλληφθῆναι τοῖς ὀργάνοις τῆς γεννήσεως γίνεται. «Μὴ φοβοῦ, Ζαχαρία», φησίν, τουτέστιν ὁ λυτρωτὴς ἔρχεται καὶ ὁ λαὸς τοῦ ἁμαρτάνειν παύεται. «Εἰσηκούσθη ἡ δέησίς σου»· καιρὸς γὰρ κλιθῆναι τὸν οὐρανὸν καὶ τὴν γῆν τὸν δημιουργὸν ὑποδέξασθαι. «Καὶ ἰδοὺ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι»· ἡ στεῖρα τίκτει, ἵνα τῇ παρθένῳ καιρὸς πρὸς τὸ θαῦμα καὶ θεοτόκῳ γένηται. «Καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην»· ξένον εἰκότως τὸ ὄνομα, ἐπειδὴ καὶ τὸ πρᾶγμα ξένον ᾧ καὶ τὸ ὄνομα τίθεται· ἡ προσ ηγορία καινή· καινὸν γὰρ τὸ δι' αὐτοῦ μέλλον ὑπουργεῖσθαι μυστήριον. «Καὶ ἔσται σοι χαρὰ καὶ ἀγαλλίασις»· χαρὰ μὲν ὅτι γεννᾷς τοῦτον οὗ «μείζων ἐν γεννητοῖς γυναικῶν οὐκ ἐγή γερται», ἀγαλλίασις δὲ ὅτι τέλος ἔσται τοῦ νόμου καὶ προφη τῶν ὁ παρὰ σοῦ τικτόμενος.

Intertext edge

Open linked passage

Note