Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In conceptionem venerabilis praecursoris
HesychiusPrae 8 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.1
«Καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται», οἵτινες αὐτοῦ τῆς μετανοίας δέχονται τὰ κηρύγματα καὶ καθαίρονται τῷ λουτρῷ τοῦ βαπτίσματος· γραμματεῖς δὲ οὐ χαίρουσι καὶ Φαρισαῖοι μετ' ἐκείνων πενθοῦσι· τούτοις δὲ προλέγει τὸ πτύον καὶ τὴν ἀξίνην ἀπειλεῖ καὶ τὴν ἐκτομὴν κηρύττει, ἀνθ' ὧν αὐτοῖς ὁ δρυμὼν ὑπῆρξεν ἀκανθώδης, ὑλομανής, θηριώδης, ἀνήμερος. Τί δὲ τὸν βαπτιστὴν ἕτερον σεμνύνων ὁ Γαβριὴλ ἀπ ήγγειλεν· «Ἔσται μέγας ἐνώπιον κυρίου»; «Ἔσται μέγας», ἐπειδὴ τὸν ἀμνὸν δείκνυσι τὸν ὅλου τοῦ κόσμου τὴν ἁμαρτίαν αἴροντα, ἀλλ' «ἐνώπιον κυρίου»· οὐ πολλὴ γὰρ τῶν οὐρανίων τοῖς ἀνθρώποις αἴσθησις, Ἰουδαίοις δὲ καὶ γέλως ὑπάρχει τοῦ Χριστοῦ τὰ μυστήρια, καὶ τοὺς κήρυκας τῆς ἀληθείας κωμῳδοῦ σιν, ἐχθροὺς ἡγούμενοι τοὺς τῆς χάριτος ῥήτορας.

Intertext edge

Open linked passage

Note