Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In conceptionem venerabilis praecursoris
HesychiusPrae 9 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
9.1
«Οἶνον καὶ σίκερα οὐ μὴ πίῃ», ἵνα μὴ στενοχωρηθῇ τὸ πνεῦμα τὸ ἐν αὐτῷ κατοικεῖν ἐκλεξάμενον. «Πνεύματος ἁγίου πλησθήσεται ἐκ κοιλίας μητρός», φησίν, οὐχ ἁπλῶς οὐδὲ μάτην προλαμβάνων τὴν δωρεὰν καὶ φθάνων τὰ χαρίσματα, ἀλλ' ἵνα κηρύξῃ τὸ φῶς πρὶν ὁμιλῆσαι τῷ φωτί, καταγγείλῃ τὸν ποιητὴν πρὶν αὐτὸν τὰ στοιχεῖα θεάσασθαι, καταμηνύσῃ τὸν ἥλιον πρὶν τῆς ἡμέρας τὸν δρόμον ἰδεῖν, τῆς νυκτὸς κατοπτεῦσαι τὰ τέρ ματα. «Καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει πρὸς κύριον τὸν θεὸν αὐτῶν.» Αὐτὸς γὰρ Ἀνδρέου τοῦ μεγάλου παιδευτής, οὗτος ὑπῆρχεν Ἰωάννου τοῦ θεολόγου διδάσκαλος, πρὶν ἑαυτοὺς τῇ σαγήνῃ προσενέγκωσιν. Παρ' αὐτοῦ μαθόντες οἱ ἀπόστολοι τό· «Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», «Ῥαββί, ποῦ μένεις;» πρὸς αὐτὸν ἀκολουθοῦντες λέγουσιν, εἰσελθεῖν τοῦ ἀχωρήτου τὴν σκηνὴν ἐπειγόμενοι.

Intertext edge

Open linked passage

Note