Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Lazarum et in ramos palmarum
HesychiusPalm 10 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
10.1
«Οἱ δὲ ὄχλοι οἱ προάγοντες αὐτὸν καὶ οἱ ἀκολουθοῦντες ἔκραζον», μετὰ αἴνων καὶ κλάδων ἐλαιῶν [καὶ βαΐων], οἵτινες σημαίνουσι τὴν πρακτικὴν ἐργασίαν τοῦ ἔξω ἀνθρώπου, καὶ βαΐων φοινίκων, οἵτινες μηνύουσι τὴν πνευματικὴν [καὶ πρακ τικὴν] καὶ γνωστικὴν καὶ καθαρὰν τοῦ ἔσω ἀνθρώπου ἐργασίαν. «Ἔκραζον λέγοντες· Ὠσαννὰ ἐν τοῖς ὑψίστοις». Ἐν ἀληθείᾳ γὰρ πάντες οἱ ὄχλοι τῶν δικαίων καὶ προφητῶν καὶ ἱερέων, οἵτινές εἰσιν οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες, πίστει κράζουσι καὶ λέγουσιν· «Ὠσαννὰ τῷ υἱῷ Δαυίδ· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· Ὠσαννὰ ἐν τοῖς ὑψίστοις.» Ὡς ὁ εὐαγγελιστής φησιν· «Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· Εἴπατε τῇ θυγατρὶ Σιών.» Τίσι λέγεις «Εἴπατε», ὦ προφῆτα; Ἰδοὺ σὺ κηρύττεις, ἰδοὺ σὺ λέγεις. Ἐγώ, φησίν, ἐπεθύμουν ἰδεῖν καὶ ἀκοῦσαι, οὐκ ἐγὼ μόνος ἀλλὰ καὶ πολλοὶ προφῆται καὶ δίκαιοι. Ἀλλὰ καὶ τοῖς εὑρισκομένοις καὶ μαθητευομένοις, θεωροῦντας καὶ ἀκούοντας τοῦ βασιλέως Σιὼν λέγω, ἵνα εἴπωσιν καὶ κηρύξωσιν· «Εἴπατε τῇ θυγατρὶ Σιών· Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι.» Καὶ οὐκ εἶπε ψιλῶς «ἔρχεται», ἀλλ' «ἔρχεταί σοι», τουτέστι σοῦ γενέσθαι καὶ ἐν σοὶ οἰκῆσαι. «Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι, δίκαιος καὶ σῴζων», σῴζων ἀπὸ τῆς δουλείας τοῦ ἐχθροῦ τοὺς πιστεύοντας ἐπ' αὐτόν.

Intertext edge

Open linked passage

Note