Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Lazarum et in ramos palmarum
HesychiusPalm 11 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
11.1
«Πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ πῶλον, υἱὸν ὑποζυγίου», τουτέστι ταπεινόφρων καὶ ἐν τῇ ταπεινοφροσύνῃ αὐτοῦ «ἐξολοθρεύων τὰ ἅρματα τῆς βασιλείας Ἐφραΐμ», τουτέστι τοῦ διαβόλου ὃς ἐβασίλευσεν ἐπὶ τὸν Ἰσραὴλ καὶ ἐπὶ τὰ ἔθνη. Ἐξωλόθρευσε δὲ καὶ κατὰ τὸ γράμμα καὶ τὴν βασιλείαν τοῦ λαοῦ τῶν Ἰουδαίων· μέχρι γὰρ τοῦ Χριστοῦ ἦλθεν τὸ χρῖσμα καὶ ἡ βασιλεία τῶν Ἰουδαίων, καὶ ἐπαύθη. «Καὶ ἵππον», φησίν, «ἐξ Ἰερουσαλήμ», τουτέστι πᾶσαν τὴν ὑπερηφανίαν τῆς αὐτῶν ἀρχῆς, διὰ τοῦ ταπεινοῦ αὐτοῦ πώλου. Ὁ δὲ πατριάρχης Ἰακώβ, εὐλογῶν τὸν Ἰούδαν καὶ ἐκφαίνων τὴν εὐλογίαν τὴν πρὸς τοὺς πατέρας αὐτοῦ Ἀβραὰμ καὶ Ἰσαάκ, ἥτις ἐστὶν ὁ Χριστός, λέγει· «Δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ». Πρὸς γὰρ τὴν ἄμπελον τὴν μεταστᾶσαν ἐξ Αἰγύπτου, τὴν πληρώσασαν πᾶσαν τὴν γῆν ἀπὸ τῆς διδαχῆς τῶν προφητῶν αὐτῆς καὶ δικαίων, ἐδέσμευσε τὰ ἀκάθαρτα ἔθνη· ὁ γὰρ πῶλος ἀκάθαρτός ἐστιν ἐν τῷ νόμῳ, οὕτω καὶ τὰ ἔθνη. «Δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ.» Διὰ τί; Ἵνα δέξωνται παρ' αὐτῆς τὸν νόμον καὶ τοὺς προφήτας καὶ τὴν ἐν αὐτοῖς θεογνωσίαν, τουτέστι τὸν Χριστόν, ὅς ἐστιν εὐλογία τῶν ἐθνῶν καὶ κάθαρσις. Φησὶ γάρ· «Καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ», ἕλικι τουτέστι τὸ βλάστημα τὸ ἐξ ἀμπέλου, ὅς ἐστιν ὁ Χριστός, ἐξ ἀμπέλου τῆς συναγωγῆς τῆς ἐξ Αἰγύπτου βλαστήσας, καθὼς αὐτὸς ὁ Ἰακώβ φησι πρὸς αὐτόν· «Ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης.» Καὶ ἐδεσμεύθησαν τὰ ἔθνη ἐν αὐτῷ ἀλύτως.

Intertext edge

Open linked passage

Note