Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Lazarum et in ramos palmarum
HesychiusPalm 12 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
12.1
Οὐκοῦν δεσμευθῶμεν καὶ ἡμεῖς εἰς τὸν Χριστὸν ἀλύτως. Ἐὰν ὅλως ἀγωνιζώμεθα τοῦ σωθῆναι καὶ ὠφεληθῆναι ἀπὸ τῶν ἑορτῶν αὐτοῦ, καὶ αὐτὸς συνεγερεῖ ἡμᾶς τῷ Λαζάρῳ ἀπὸ τῶν νεκρῶν ἡμῶν ἔργων, τῶν χωρὶς αὐτοῦ γενομένων. Οὕτω συνδειπνῶμεν αὐτῷ ἐν τῇ Βηθανίᾳ, ἥτις ἑρμηνεύεται οἶκος τῆς ὑπακοῆς, οὕτως ἁρμοδίως συνάγωμεν τοὺς λογισμοὺς ἡμῶν ἀπὸ τῆς αἰχμαλωσίας τῆς λήθης μετὰ τῶν αἰσθητηρίων τοῦ σώματος, κράζοντες καὶ λέγοντες· «Ὠσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου», εἰσελθεῖν εἰς τὴν ἑαυτοῦ Ἰερουσαλήμ, οὐ διὰ τὸ παθεῖν ὥσπερ τότε, ἀλλ' ἵνα σώσῃ αὐτὴν καὶ δοξασθῇ ὑπ' αὐτῆς, καθὼς προσφωνεῖ αὐτῇ Δαυὶδ λέγων· «Ἐπαίνει, Ἰερουσαλήμ, τὸν κύριον· αἴνει τὸν θεόν σου, Σιών.» Δεύτερον εἶπεν: «ἐπαίνει» καὶ «αἴνει» ψυχῇ καὶ σώματι, «ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου», οἵτινές εἰσι πίστις, ἐλπίς, ἀγάπη, μελέτη, μακροθυμία, ὑπομονή. «Εὐλόγησε τοὺς υἱούς σου ἐν σοί», οἵτινές εἰσι τὰ πιστὰ νήπια τὰ δεξάμενα τὸν κύριον μετὰ τῶν κλάδων, τουτέστι μετὰ καρπῶν νέων, τὰ θηλάζοντα τὸ γάλα τῆς διδασκαλίας τοῦ Χριστοῦ· πιστεύοντες γὰρ εἰς αὐτὸν εὐθέως αἰνοῦσιν, ὑμνοῦσιν, δοξολογοῦσιν, καθὼς γέγραπται· «Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.» Γενώμεθα αὐτῷ ὄχημα ἅγιον ἀντὶ ἀκαθάρτου πώλου, ἵνα ἐπιβῇ ἐφ' ἡμᾶς. Ζεύξωμεν αὐτῷ τὸ ἅρμα τῶν λογισμῶν ἡμῶν, «καὶ βασιλεύσει» ἐφ' ἡμᾶς «εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.»

Intertext edge

Open linked passage

Note