Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Lazarum et in ramos palmarum
HesychiusPalm 1 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
Ὥσπερ ἡ ἀμέτρητος ἄβυσσος βρύει ἀφθόνως τὰς πηγὰς τῶν ὑδάτων καὶ αἱ πηγαὶ πάλιν ἀπολύουσιν ἀκρατήτους ποτα μούς, οἱ δὲ ποταμοὶ ἐπισκέπτουσι τὴν γῆν καὶ μεθύσκουσιν αὐ τήν, τοῦ καρποφορῆσαι ἄρτον εἰς βρῶσιν καὶ οἶνον εἰς εὐφρο σύνην τῶν ἀνθρώπων, οἱ δὲ ἄνθρωποι ἀπολαύοντες πληροῦσι τὸ γεγραμμένον· «Φάγονται πένητες καὶ ἐμπλησθήσονται, καὶ αἰνέ σουσι κύριον οἱ ἐκζητοῦντες αὐτόν»· οὕτως καὶ ἡ ἄφατος φιλαν θρωπία τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐκ τῆς ἀμετρήτου ἀβύσσου τῆς ἀγαθότητος καὶ φιλανθρωπίας αὐτοῦ, πηγάζει ἡμῖν τὰς ἁγίας αὐτοῦ ἑορτὰς ἐν αἷς τὴν σωτηρίαν ἡμῶν εἰργάσατο. Καὶ αὐτὸς μὲν ἑορτὴν πηγάζει, ἡ δὲ χάρις τοῦ ἁγίου Πνεύματος ἡ ἐνεργοῦσα ἐν τῇ ἑορτῇ «τὰ ὁρμήματα τοῦ ποταμοῦ» πληροῖ, λέγω δὴ τοὺς θεοφόρους ἄνδρας, τοὺς «διδασκαλίαν ἐν τῇ διδα σκαλίᾳ» κεκτημένους· καὶ αὐτοὶ ἐπισκέπτονται τὴν νοητὴν καὶ λογικὴν γῆν τῆς ἀνθρωπότητος, εὐφραίνοντες τὴν ἁγίαν ἐκκλησίαν, ἥτις ἐστὶ «πόλις τοῦ μεγάλου βασιλέως» Ἰησοῦ Χριστοῦ, κατὰ τὸ γεγραμμένον· «Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ.» Ἡ δὲ ἐκκλησία, εὐφραινομένη καὶ ἡδυνομένη ἀπὸ πιότητος καρδίας, αἰνεῖ καὶ δοξολογεῖ κύριον τὸν ἐν αὐτῇ βασιλεύοντα. Φέρε δὴ καὶ σήμερον εἴπωμεν ὃ προανεφώνησεν αὐ τὸς περὶ ἑαυτοῦ διὰ τῶν ἁγίων αὐτοῦ προφητῶν· ἑρευνήσωμεν πρὸς τὴν δύναμιν ἡμῶν τὴν σωτηρίαν, ἣν ὁ βασιλεὺς ἡμῶν ἐπραγ ματεύσατο ἡμῖν ἐν ταύτῃ τῇ ἑορτῇ· φέρε κατανοήσωμεν ἕνεκεν τίνος βασιλέα αὐτὸν ὕμνησαν οὐ μόνον οἱ ἄνθρωποι, ἀλλὰ καὶ αἱ ἀγγελικαὶ δυνάμεις.

Intertext edge

Open linked passage

Note