Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Lazarum et in ramos palmarum
HesychiusPalm 2 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1
Ἡ αἰτία οὖν τῆς ὑμνῳδίας ἡ ἔγερσις Λαζάρου ἦν κατὰ τὸ φαινόμενον, καθώς φησι τὸ εὐαγγέλιον· «Ἐβουλεύσαντο δὲ ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, ὅτι πολλοὶ δι' αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν.» Καὶ αὕτη ἐστὶν ἡ αἰτία τῆς δοξολογίας τῶν πιστῶν κατὰ τὸ φαινόμενον, λελη θότως δὲ καὶ κρυπτῶς ἡ ἔγερσις πάσης τῆς ἀνθρωπίνης φύσεως. Καὶ ὥσπερ τὸ τοῦ Λαζάρου σημεῖον καὶ ἡ ἔγερσις ἐκείνη ὑμνο λογεῖν ἐποίησε τοὺς ἀνθρώπους τὸν Ἰησοῦν, οὕτως καὶ τοὺς ἁγίους ἀγγέλους δοξολογεῖν παρεσκεύασε τὸ σημεῖον τῆς ἐγέρ σεως πάσης τῆς ἀνθρωπίνης φύσεως· καὶ ὅσον μείζων ἡ τῶν πάντων ἔγερσις τῆς ἐγέρσεως Λαζάρου, τοσοῦτον καὶ ἡ δόξα τότε μειζοτέρα. Καὶ ἡ μὲν συνείδησις τῶν βοώντων, ἐξισταμένη τῷ θαύματι, ἐκίνει αὐτοὺς δοξάζειν· ἡ δὲ θεία οἰκονομία διὰ τὴν ἔγερσιν πάσης τῆς ἀνθρωπίνης φύσεως λεληθότως ἐκίνει οὐ μόνον τοὺς ἀνθρώπους ἀλλὰ καὶ τοὺς ἁγίους ἀγγέλους θαυμά ζειν καὶ δοξάζειν τὸν Ἰησοῦν. Εἶδον γάρ, ἀληθῶς εἶδον καὶ ἔμαθον καὶ κατεσοφίσθησαν σοφίαν, ἣν οὐκ ᾔδεισαν, αἱ ἀγγελικαὶ δυνά μεις διὰ τῆς ἐκκλησίας τῶν πιστῶν ἐκφαινομένην ἀπὸ τοῦ θεοῦ τοῦ τὰ πάντα κτίσαντος, τὴν πρὸ τῶν αἰώνων ἐν αὐτῷ κεκρυμμέ νην, λέγω δὴ τῶν διδαχῶν καὶ ἐπαγγελιῶν καὶ θαυματουργιῶν τοῦ κυρίου Ἰησοῦ, καθώς που ὁ θεσπέσιος Παῦλός φησιν· «Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ.» Μανθάνουσι γὰρ αἱ ἄνω δυνά μεις, ἅπερ οὐδέπω εἶδον, οὐδὲ ἤκουσαν· κτίσματα γάρ εἰσι, καὶ τὸ κτίσμα οὐκ ἔστιν μὴ χρείαν ἔχον μαθεῖν, ἀλλ' οὐδὲ τὰ μέλλοντα γενέσθαι γινώσκουσιν, εἰ μή τι δἂν ὑπὸ τῆς ἁγίας καὶ σεπτῆς καὶ προσκυνητῆς τριάδος μυηθῶσιν.

Intertext edge

Open linked passage

Note