Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Lazarum et in ramos palmarum
HesychiusPalm 3 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.1
Ἔμαθον οὖν καὶ ἐβεβαιώθησαν τὴν ἀνάστασιν τοῦ Ἀδάμ, θεωρήσαντες τὸν κύριον ἐγείραντα τὸν υἱὸν τῆς χήρας· ὡς χήρα γὰρ ἐγένετο ἡ γῆ, ἀποθανόντος τοῦ πρωτοπλάστου αὐτῆς υἱοῦ. Ἰδόντες δὲ αὐτὸν πάλιν ἐγείραντα τὴν θυγατέρα τοῦ ἀρχισυναγώ γου, κατεσοφίσθησαν ὅτι καὶ τὴν Εὔαν μετὰ τοῦ Ἀδὰμ ἐγερεῖ. Πάλιν ἀναστήσαντος τὸν παῖδα τοῦ ἀλλοφύλου ἑκατον τάρχου, ἐδιδάχθησαν καὶ εἰς τοῦτο ὅτι καὶ τὰ ξένα ἔθνη ἐγερεῖ. Ἰδοὺ τρεῖς διαφοραὶ τῶν νεκρῶν. Ἐγείραντος δὲ τὸν Λάζαρον τὸν τεταρταῖον νεκρὸν ἐκ τοῦ μνημείου, τὸν ὑπὸ τεσσάρων στοι χείων συσταθέντα, τὸν ὀζέσαντα, τὸν σαπέντα, τὸν ὑπὸ σκωλή κων κυριευθέντα, ἐγνωρίσθη ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ταῖς ἐπουρανίοις καὶ τοῖς ἐπιγείοις, ὅτι πᾶσαν τὴν ἐκ τῶν τεσσάρων συσταθεῖσαν ἀνθρωπότητα ἐγερεῖ, κἂν ὤζεσεν ἐν τῇ ἁμαρτίᾳ τῆς παραβάσεως, κἂν ἐσάπη ἐν τῇ ἀσεβείᾳ τῆς εἰδωλολατρείας, κἂν ὡς ὑπὸ σκωλήκων, ὑπὸ δαιμόνων κατεκυριεύθη καὶ ἐζωγρεύθη εἰς τὸ ἐκείνων θέλημα. Ταῦτα οὖν ἰδόντες οἱ ἄγγελοι κρυπτῶς καὶ οἱ ἄνθρωποι φανερῶς ἐξέστησαν, καὶ ἐξεθαμβήθησαν, καὶ ἤρ ξαντο βοᾶν καὶ λέγειν· «Ὠσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, ὠσαννὰ ἐν τοῖς ὑψίστοις.» Οὐχ ὡς σημειοφόρον δὲ μόνον ἐπῄνουν, ἀλλὰ καὶ ὡς βασιλέα τὸν αἰχμαλωτίσαντα πᾶσαν τὴν ἀπ' αἰῶνος ὑπὸ τοῦ διαβόλου καὶ τοῦ θανάτου αἰχμαλωτισθεῖσαν αἰχμαλωσίαν. Ἕνεκεν τούτων καὶ τῶν τοιούτων βασιλέα αὐτὸν κηρύττουσιν οἱ θεῖοι προφῆται.

Intertext edge

Open linked passage

Note