In Lazarum et in ramos palmarum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1
Ἐπειδὴ δὲ οἱ προειρημένοι προφῆται ἑστιάτορες τῶν λογι κῶν ψυχῶν ὑπάρχουσι καὶ ὥσπερ οἱ μῆνες τοῦ ἐνιαυτοῦ κατὰ μέρος τρέφουσι τὰ ἀνθρώπινα σώματα, οὕτως καὶ αὐτοὶ κατὰ μέρος ἢ μᾶλλον κοινῶς τρέφουσι κατὰ ἑορτὴν καὶ πάντοτε τὰς ψυχὰς τῶν πιστῶν, καὶ μεθύσκουσι ταῖς θεϊκαῖς διδασκαλίαις χρι στιανούς, καθώς που εἷς ἐξ αὐτῶν φησι· «Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου.» Δεῦτε ἀκούσωμεν καὶ διηγήσονται ἡμῖν, πάντες οἱ ἀγαπῶντες τὴν βασιλείαν τοῦ κυρίου, τί περὶ αὐτῆς ἡμῖν προφητεύει ὁ μέγας Ζαχαρίας, ὁ ἔνδοξος ἐν προφήταις. Συνίωμεν τί ὁ κῆρυξ εὐαγγελίζεται, προτρέχων τῆς βασιλείας πρὸ πολλοῦ τοῦ χρόνου. Δεῦτε ἀπολαύσωμεν, ὡς λογικοὶ δαι τύμονες, τὰ διὰ στόματος θεοῦ ἐκπορευόμενα ῥήματα διὰ τοῦ πνευματικοῦ ἑστιάτορος Ζαχαρίου· αὐτῷ γὰρ ἔλαχε θρέψαι ἡμᾶς ἐν τῇ ἑορτῇ ταύτῃ, καθώς φησι ὁ κύριος ὅτι «οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στό ματος θεοῦ.» Ἐπειδὴ γὰρ ἡ λύπη παρὰ τοῖς ἀνθρώποις μισητὴ τυγχάνει, ποθητὴ δὲ ἡ χαρά, ἀπὸ χαρᾶς ἄρχεται βοᾶν λέγων· «Χαῖρε σφόδρα, θύγατερ Σιών». «Χαῖρε σφόδρα», βοᾷ ὁ προ φήτης πρὸς τὴν αἰχμαλωσίαν. «Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ.» Διὰ τί «Χαῖρε»; Καὶ διὰ τί «σφόδρα» «τέρπου καὶ εὐφραίνου»; Ὅτι ἥκει ὁ ἐπιστρέφων σε, καθὼς προανεφώνησεν ὁ πατὴρ τοῦ ἐπιστρέφοντός σε βασιλέως λέγων· «Ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν Σιών, ἐγενήθημεν ὡς παρακεκλημένοι· τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως.»