Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Lazarum et in ramos palmarum
HesychiusPalm 5 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1
«Χαῖρε,» φησίν, ὅτι ὑποστρέφεις ἐκ τῆς αἰχμαλωσίας τῶν δαιμόνων καὶ τῆς ἐξορίας τοῦ αἰῶνος τούτου εἰς τὴν ἄνω Ἰε ρουσαλήμ, ἣν ἐξεδέχετο ὁ πατήρ σου Ἀβραάμ, καθώς που ὁ μα κάριος ἀπόστολος Παῦλός φησιν· Ὑμεῖς δὲ «προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ κριτῇ θεῷ πάντων καὶ πνεύμασι δικαίων τετε λειωμένων.» Ὅθεν «ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός», ἔνθα πάντων τῶν δικαίων εὐφραινομένων ἐστὶν ἡ κατοικία. Τότε «τέρπου καὶ εὐφραίνου» καὶ «χαῖρε σφόδρα, θύγατερ» ταύτης τῆς Σιὼν δῆλον. «Καὶ διὰ τί», φησίν, «σφόδρα χαρῶ, ὦ προφῆτα»; «Χαῖρε», διότι οὐκέτι ὁ δεινὸς ἐκεῖνος σε αἰχμαλωτεύσει, «σφόδρα» δέ, διότι οὐχ ὡς οἱ λοιποὶ βασιλεῖς, οὕτως ὁ ῥυόμενός σε, ἀλλὰ βα σιλεὺς αἰώνιος καὶ αἰωνία αὐτοῦ ἡ βασιλεία, καθώς φησιν ὁ ἄγγελος Γαβριὴλ πρὸς τὴν μητέρα αὐτοῦ καὶ παρθένον Μαριάμ· «Καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος». Καὶ καθὼς αἰω νία αὐτοῦ ἡ βασιλεία, οὕτως αἰωνία σου ἡ σωτηρία. Διὰ τοῦ το οὖν· «Χαῖρε σφόδρα· κήρυττε, θύγατερ Ἰερουσαλήμ.» Τί κηρύξω, ὦ προφῆτα; Κήρυττε τῷ βασιλεῖ σου, τῷ κατελθόντι ἀπὸ τῶν ὑψωμάτων τοῦ οὐρανοῦ σῶσαί σε, εὐχαριστίαν, δοξολογίαν, ὑμνολογίαν. Κήρυττε· «Ὠσαννὰ ἐν τοῖς ὑψίστοις, ὅθεν παρεγένου τοῦ σῶσαί με, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνό ματι κυρίου.» Καὶ σκόπει μοι τὸν εὐαγγελιστήν, πῶς διπλοῦν τὸν Χριστὸν κηρύττει· ἐν τῷ γὰρ λέγειν· «Ὠσαννὰ ἐν τοῖς ὑψίστοις», τὴν ὑψηλὴν τῆς θεότητος φύσιν δηλοῖ, ἐν δὲ τῷ λέγειν· «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου», τὴν τῆς ἀνθρωπότητος οὐσίαν σημαίνει, τὸ εὐλογημένον σπέρμα ᾧ εὐλογήθη ὁ εὐλογημένος Ἀβραάμ, ἐν τῷ σπέρματι αὐτοῦ εὐ λογηθῆναι πάντα τὰ ἔθνη τῆς γῆς· «Εὐλογημένη γάρ», φησίν, «ἡ ἐρχομένη βασιλεία τοῦ πατρὸς ἡμῶν Δαυίδ.»

Intertext edge

Open linked passage

Note