Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Lazarum et in ramos palmarum
HesychiusPalm 6 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1
Ἀναλάβωμεν πάλιν τὴν φωνὴν τὴν προτέραν καὶ ὥσπερ μασθὸν προφητικὸν ἐκπιάσωμεν· ἔτι γὰρ ἔχει γάλακτος καὶ θεωρίας ἀγαθά. Φησὶ γάρ· «Χαῖρε σφόδρα, θύγατερ Σιών· κή ρυττε, θύγατερ Ἰερουσαλήμ.» Καὶ τίνος ἕνεκεν «θύγατερ Σιὼν» καὶ οὐ Σιών, καὶ «θύγατερ Ἰερουσαλὴμ» καὶ οὐκ Ἰερουσαλήμ; Πρόσεχε συνετῶς, παρακαλῶ. Ὥσπερ γὰρ τὰ ὀνόματα τῶν βοτανῶν καὶ τῶν πετεινῶν καὶ τῶν τετραπόδων καὶ τῶν ἀνθρώπων κατὰ τὴν διαφορὰν τῆς μορφῆς καὶ τῆς δυνάμεως οὕτω καὶ τὰ ὀνόματα κέκτηται, οὕτως ἑκάστη κεραία τῶν θείων λογίων ἰδίαν δύναμιν καὶ θεωρίαν κέκτηται. Οὐκοῦν ἐρευνήσωμεν τί δήποτε τὴν νῦν πιστὴν Ἰερουσαλὴμ πρῶτον καλεῖ ὁ προφήτης «θυγα τέρα Σιών», ἔπειτα «θυγατέρα Ἰερουσαλήμ». Φησὶ γάρ· «Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυττε, θύγατερ Ἰερουσα λήμ.» Σιὼν ἑρμηνεύεται «διψῶσα»· ἔστι δὲ αὕτη ἡ συναγωγὴ τῶν δικαίων καὶ προφητῶν, τῶν ἀπ' αἰῶνος μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας διψησάντων ἑνωθῆναι καὶ εὐαρεστῆσαι τῇ θείᾳ καὶ προσκυνητῇ οὐσίᾳ τῆς θεότητος, καθώς φησιν ὁ κορυφαῖος τῶν ἀποστόλων Πέτρος· «Ἵνα γένωνται θείας κοινωνοὶ φύσεως.» Οὗτοι, ζητοῦντες τὸν κύριον καὶ διψῶντες, ἐκλήθησαν Σιών, καθὼς εἷς ἐξ αὐτῶν ἔλεγεν· «Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα·»

Intertext edge

Open linked passage

Note