Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Lazarum et in ramos palmarum
HesychiusPalm 7 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1
Ὅταν δὲ ἐπέτυχον καὶ ἤγγισαν, μᾶλλον δὲ ὤφθησαν καὶ ἐθεώρησαν τὸ πρόσωπον αὐτοῦ· οὕτω γὰρ λέγει ἑτέρα ἔκδοσις· ἐγένοντο Ἰερουσαλὴμ, «ὁρῶντες θεὸν καὶ σκοπευτήριον πάσης γνώσεως». Θυγατέρα δὲ ταύτης τῆς Σιὼν καλεῖ τοὺς ἐν κυ ρίῳ πιστούς, τοὺς διὰ τῆς πίστεως διψῶντας καὶ διὰ τῆς ἐργα σίας τῶν ἐντολῶν τοῦ εὐαγγελίου ζητοῦντας εὑρεῖν τὸν κύριον, τὸν ἐν αὐτοῖς κεκρυμμένον, καθώς φησι τὸ ἅγιον Πνεῦμα· «Αὕτη ἡ γενεὰ ζητούντων τὸν κύριον, ζητούντων τὸ πρόσωπον τοῦ θεοῦ Ἰακώβ.» Καὶ ὅταν ἐπιτύχωσιν, καλοῦνται θυγάτηρ τῆς προ ειρημένης Ἰερουσαλήμ, θεωροῦντες τὸν θεὸν καὶ σκοποῦντες τὴν πνευματικὴν γνῶσιν. Παρακαλῶν δὲ ὁ προφήτης διὰ τοῦ πνεύματος τὸν θεὸν ἀναδεῖξαι τὴν τοιαύτην Σιὼν καὶ Ἰερουσαλήμ, φησί· «Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ' ἀρχῆς.» Οὐκοῦν μετὰ ταύτης τῆς μητρός σου Σιών, «Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυττε, θύγατερ Ἰερουσαλήμ», ἐπουρανίως μετὰ τῆς μητρός σου βοῶσα· «Ὠσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλο γημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.»

Intertext edge

Open linked passage

Note