Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Lazarum et in ramos palmarum
HesychiusPalm 8 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.1
Καὶ τί φησι τὸ εὐαγγέλιον; «Ὅτε ἤγγισαν εἰς Ἰερουσαλὴμ καὶ ἦλθον εἰς Βηθφαγή». Ἵνα γὰρ φάγωσιν αὐτὸν οἱ πιστοί, ἤρχετο ἐν τῷ ὑπερῴῳ, «πρὸς τὸ ὄρος τῶν Ἐλαιῶν», ὅ ἐστιν ἐκ τοῦ λαοῦ πιστὴ ἐκκλησία. «Τότε ὁ Ἰησοῦς ἀπέστειλε δύο τῶν μαθητῶν» αὐτοῦ, οἵτινές εἰσι δύο χοροὶ τῶν προφητῶν καὶ ἀποστόλων· μαθητεύοντες γὰρ τὰ ἔθνη οἱ ἀπόστολοι εἶχον μεθ' ἑαυτῶν τὰ θεόπνευστα τῶν προφητῶν λόγια, τὰ μαρτυροῦντα τῷ Χριστῷ, ὃν τρόπον ἐθεώρησεν αὐτοὺς Ἰεζεκιὴλ ὁ μέγας ἐν προφήταις· «Τροχός», φησίν, «ἐν τροχῷ», πετόμενος καὶ τρέ χων. Λέγοντος πρὸς αὐτοὺς τοῦ Ἰησοῦ· «Πορευθέντες εἰς τὴν κατέναντι κώμην»· ἀπέστειλεν γὰρ αὐτοὺς εἰς πᾶσαν τὴν οἰκου μένην τῶν ἐθνῶν, ὅτι ἐναντίοι ἦσαν τέως τῆς ἐκ τοῦ λαοῦ πιστῆς ἐκκλησίας. Καιρῷ γὰρ εὐθέτῳ ἀπέστειλεν αὐτοὺς «εἰς τὴν κατέ ναντι κώμην» τῶν ἐθνῶν· ἑτοίμη γὰρ ἦν δέξασθαι τοὺς προει ρημένους δύο χοροὺς τῶν ἀποστόλων καὶ προφητῶν. «Καὶ ἀγαγεῖν πρὸς αὐτὸν τὸν πῶλον», οἵτινές εἰσι τὰ ἔθνη, τοῦ ἐπιβῆναι καὶ βασιλεῦσαι ἐπ' αὐτά, καθώς φησιν ὁ ψαλμῳδός· «Ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη, κύριος κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ». «Ἐφ' ᾧ οὐδείς ποτε ἀνθρώπων κεκάθικεν»· οὐδὲ γὰρ θεὸν εἶ χον ἐπιβαίνοντα καὶ βασιλεύοντα ἐπ' αὐτά, οὐδὲ νόμον οὐδὲ προ φήτας. «Λύσαντες αὐτόν», φησίν, «ἀγάγετέ μοι»· ἔλυσαν γὰρ τὰ ἔθνη οἱ ἀπόστολοι ἀπὸ τῆς σκοτίας, τουτέστι τῆς τοῦ θεοῦ ἀγνωσίας, ἀπὸ τῆς πλάνης, ἀπὸ τῆς ἁμαρτίας, ἀπὸ τῆς δουλείας τοῦ ἀλλοτρίου, ἀπὸ «τῆς ἐξουσίας τοῦ σκότους», «τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου». Καὶ ἤγαγον πρὸς τὸν κτίστην καὶ δημιουργὸν αὐτῶν κύριον.

Intertext edge

Open linked passage

Note