In sanctos Petrum et Paulum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1
Ἀλλὰ Παύλου προστεθέντος, διπλοῦν τὸ τεῖχος καὶ ἁλῶναι μὴ δυνάμενον, δίστομος ἡ πηγὴ τὴν γῆν ὅλην ἀκαμάτως ποτί ζουσα, διπρόσωπος ἡ λίμνη καὶ πᾶσά τις ὁλκὰς παραπλέουσα σῴζεται. Τρυγὼν μετὰ χελιδόνος λαλεῖ, περιστερὰ μετὰ τέττι γος φθέγγεται, αὐλὸς ὁμοῦ καὶ σῦριγξ μέλος ἱερὸν καὶ μειλίχιον ᾄδουσιν. «Νεανίσκος μετὰ ὁσίου, καὶ εὐθεῖα ἡ ὁδὸς» αὐτῶν, καθάπερ ἐν Παροιμίαις ὁ σοφὸς ἐκήρυξεν. Ἀμνὸς καὶ λύκος ὁμοῦ νέμονται καὶ ὁ ποιμὴν δοξάζεται καὶ τοῦ παραδοξοποιητοῦ στε φανοῦται τὰ θαύματα. Ταῦρος καὶ λέων ἐν μιᾷ νομῇ βόσκονται καὶ τρυγᾷ τοὺς ἐπαίνους ὁ δυναμώσας τὸν ταῦρον καὶ χαλινώσας τὸν λέοντα. Ἦ οὐχὶ λέων ἐτύγχανεν ὁ Παῦλος ὅτε Σαῦλος ἐτύγ χανεν, ἐπειδὴ φονεύων τὴν μάνδραν ἐσκόρπιζεν, τοὺς ποιμέ νας κατέπληττεν, ἔσω τῆς Ἰερουσαλὴμ ἔβρυχεν, καὶ τὰς πόλεις ἐπτόει, τὰς ἀγορὰς ἐθορύβει, καὶ τοὺς ἀγροὺς ἀοικήτους ἠργά ζετο, «ἄνδρας σύρων εἰς φυλακὴν καὶ γυναῖκας» δεσμῶν οὐκ ἐπαύετο, πλὴν καὶ τῶν ἀνδρῶν τῆς ὑπομονῆς ἡττᾶτο καὶ τῆς τῶν γυναικῶν ἀνδρείας ἀσθενέστερος ἐτύγχανεν; Ἔτρεχεν εἰκῇ, τὴν γὰρ ὁδὸν οὐκ ἤνυεν· μάτην ἐπύκτευεν, ἐπειδὴ τοὺς δακτύ λους ᾕμασσεν, εὑρεῖν δὲ οὐχ ὑπῆρχεν ἱκανὸς τὸν ἀντίδικον. Χρι στὸς τοίνυν, ὡς αὐτὸς σοφός, αὐτὸς καὶ πάλιν ἀγαθὸς παρελθών, τῇ πραότητι κέχρηται καὶ παραλιπὼν τὰ ὑψηλὰ τὰ ταπεινὰ προβάλλεται. Οὐ τοίνυν ἀνῆψεν πῦρ, οὐκ ἐκίνησεν λαίλαπας, οὐκ ἐσάλευσεν τῶν ὀρέων τὰ θεμέλια, ἀγγελικὴν οὐκ ἐγύμνωσεν ῥομφαίαν δίστομον, φωνῇ δὲ πραείᾳ καὶ φιλανθρώπῳ κέκληται· «Σαούλ, Σαούλ», λέγων, «τί με διώκεις;» Τίνα σου πλοῦτον ἀφειλάμην; Ποίας σε δόξης ἐγύμνωσα; Ποίων πρωτείων ἀπε στέρησα; Μὴ γὰρ ἐγώ σοι τὸν παράδεισον ἔκλεισα; Μὴ τὰ φύλλα τῆς συκῆς δι' ἐμὲ περιβέβλησαι; Μὴ γὰρ ἐγώ σοι τῆς εἰς γῆν ἀποστροφῆς παραίτιος γέγονα; Μὴ δι' ἐμὲ τῆς ἀρχῆς ἐξέπεσες, τὸν κλῆρον ἐκολόβωσας, τὴν εἰκόνα ἐμείωσας;