In sanctos Petrum et Paulum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1
«Σαούλ, Σαούλ, τί με διώκεις;» Νόμον εἶχες, ἐγὼ δὲ ὡς ἀγαθὸς τὴν χάριν προσέθηκα. Ἔκαμνες τῷ γράμματι καὶ τὸ πνεῦμα παρέστησα. Ἐλύπουν αἱ σκιαὶ καὶ προσελθὼν τὴν ἀλή θειαν ἔδειξα. Προσέκοπτες τοῖς τύποις, ἐγὼ δὲ μίαν ὑπὲρ πολλὰς ἀντὶ τῶν φιλαργύρων τὴν ἀνάργυρον ἤγαγον, ἐγώ σοι τὸ σάββατον ἑρμηνεύσας ἐδόξασα, ἐγώ σου τῆς περιτομῆς τὴν πληγὴν ἔπαυσα, ἐγὼ τὸν βωμὸν στεναγμῶν ἠλευθέρωσα, ἀντὶ τῶν πολυστενάκτων θυσιῶν τὴν ἀειχαρῆ τὴν ἀστένα κτον ἔδειξα. «Σαούλ, Σαούλ, τί με διώκεις;» Αἰσχύνου τοῦ Ἀβραὰμ τὴν σκηνὴν καὶ τοῦ βωμοῦ τοῦ Ἰσαὰκ μνημόνευε, τοῦ Ἰακὼβ τὴν πάλην ταῖς μνήμαις ἀναλάμβανε. Ἵνα τί τῇ λήθῃ τοὺς Ἰωσὴφ ὀνείρους παρέδωκας; Πῶς οὐκ ἐντρέπει τοῦ Μωυσέως τὴν ῥάβδον, τὴν Ἠλίου μηλωτήν, τὴν ἀνδρείαν Ἐλισαίου; Ἐμοὶ τύποι ταῦτα, αἱ τούτων προφητεῖαι περὶ ἐμοῦ τυγχάνουσιν. «Σαούλ, Σαούλ, τί με διώκεις;» Ἐγὼ Ἰερεμίᾳ τὴν βακτηρίαν τὴν καρυΐνην ἔδειξα· ἐγὼ Ζαχαρίᾳ τὴν λυχνίαν ἐζωγράφησα τὴν χρυσῆν· ἐγὼ τὸν ἄτμητον λίθον τῷ Δανιὴλ ὑπέδειξα· ἐγὼ τῷ Ἰωνᾷ τοῦ κήτους τὴν κοιλίαν ἐπλά- τυνα· ἐμὲ τῶν χερουβὶμ ἡνίοχον Ἰεζεκιὴλ ὁ μέγας ἐθεάσατο· ἐγὼ τὸ πολυθρύλητον Ἠσαΐου εἰμὶ πρόβατον.