In sanctos Petrum et Paulum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1
«Σαούλ, Σαούλ, τί με διώκεις;» Πρόσσχες ποῦ τὰ τόξα τείνεις· «Ἐμοὶ γὰρ ὁ οὐρανὸς θρόνος, ἡ δὲ γῆ ὑποπόδιον.» Ποῦ τὰ βέλη πέμπεις; «Ἐγὼ γὰρ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί.» Πρὸς τίνα βάλλεις τοὺς λίθους; Ἐγὼ «ἐμέτρησα τῇ χειρὶ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρα κί.» Κατὰ τίνος τὴν γλῶσσαν ὁπλίζεις; Ἐγὼ τῶν μογιλά λων τρανῶ τὰς γλώσσας, ἐγὼ δύσκωφον ἐποίησα κω φόν, ἐγὼ βλέποντα καὶ τυφλὸν ἐκεράμευσα. Ὅρα τίνα πλάνον καλεῖς· «Ἐγὼ ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶν προφητῶν ὡμοιώ θην.» «Σαούλ, Σαούλ, τί με διώκεις;» Ἐμὲ γὰρ ὁ Δαυὶδ ψάλλει, σὺ δὲ λοιδορεῖς· ἐκεῖνος ὑμνεῖ, σὺ δὲ βλασφημεῖς· ἐκεῖ νος κιθαρίζει, σὺ δὲ λακτίζεις· ἐκεῖνος τινάσσει τὰς χορ δάς, σὺ δὲ τοῖς ὅπλοις κέχρησαι. «Σαούλ, Σαούλ, τί με διώκεις;» Τί με τοῖς ἐμοῖς πολεμεῖς, τοῦ νόμου προασπίζεις καὶ κατ' ἐμοῦ στρατεύεις, δι' ἐμὲ τρέχεις καὶ τοὺς ἐμοὺς κολάζεις; Τὴν ἐμὴν δόξαν ἐκδικεῖς, ἀλλ' ἀγνοεῖς τὸ πόθεν ἅψασθαι χρὴ τῆς μάχης, πόθεν ἥκει συγκροτῆσαι πόλεμον.»