Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In sanctos Petrum et Paulum
HesychiusPaul 5 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1
Ταῦτα πρὸς τὸν Σαῦλον ὁ Χριστός· αὐτὸς δὲ ἀποκρίνεται καὶ λέγει· «Τίς εἶ, κύριε;» Ἀγαθὸς ὁ τοῦ Παύλου ζῆλος, ἐπειδὴ κληθεὶς παραχρῆμα ὑπήκουσεν. Ἐδέξατο τὸν λόγον καὶ παραχρῆμα τῆς ἀξίας τοῦ λαλοῦντος ᾔσθετο καὶ ἔλεγεν· «Τίς εἶ, κύριε;» τῇ γὰρ αὐγῇ πεπλήρωμαι, ἑάλων τῷ φωτί, δεσμώ της τῆς ἀκτῖνος γεγένημαι. «Τίς εἶ, κύριε;» Ποθῶ γάρ σου τὸ κάλλος ἰδεῖν, ἀναπτῆναι πρὸς τὰς νεφέλας ἐπείγομαι, μαθεῖν ἐπι θυμῶ πόθεν τοῦτο τὸ «τῆς δόξης ἀπαύγασμα», τίς ὁ τῆς τοσαύ της «χαρακτὴρ ὑποστάσεως», τίς οὗτος ὁ «φέρων τὰ πάντα τῷ ῥήματι τῆς οἰκείας δυνάμεως». «Τίς εἶ, κύριε;» Ἤκουσα γάρ σου τῆς φωνῆς καὶ τοῦ νόμου κεκόρεσμαι, οὐκέτι μοι τοῦ νόμου πόθος, οὐκέτι κιβωτὸν ἐθέλω χρυσόξυλον εἶναι, ποθῶ φάτνην ἁγνὴν ἅπασαν βασιλικὴν χρυσόδωρον.» Πάντων τῶν αἱρετικῶν οἱ παῖδες αἰσχυνέσθωσαν καὶ τὰ τῶν αἱρετικῶν ἐντρε πέσθωσαν στόματα. Ἰδοὺ γὰρ κληθεὶς ὁ Παῦλος οὐ πολυπραγμο νεῖ ἀλλὰ μόνον πιστεύει, προσκυνεῖ καὶ οὐ μάχεται, ὑμνολογεῖ καὶ ἡ μέμψις ἀπήλλακται. «Τίς εἶ, κύριε;» φησίν. Οὐκ ἂν δὲ κύριον ἐκάλει, εἰ μὴ θεοῦ τοῦ καλοῦντος ᾐσθάνετο. Ὃν δὲ θεὸν ᾔδει ποιητὴν ὡμολόγει, ὃν ὡμολόγει ποιητὴν ἀπαθῆ κατ ήγγελλεν, ἄφθαρτον εἶχεν. Ἔσεβεν ὡς ἀθάνατον ἐκεῖνον οὗ τὸν σταυρὸν ᾔδει καὶ τὸν τάφον ἐγίνωσκεν. Οὐκ ἠγνόει τοὺς κολάφους, τὴν λόγχην τῆς πλευρᾶς, τὰ ῥαπίσματα.

Intertext edge

Open linked passage

Note