Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In sanctum Andream
HesychiusAndr 1 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
Σάλπιγξ ἡμᾶς ἀποστολικὴ πρὸς πανήγυριν ἤθροισεν, σάλπιγξ ἣν ἐχάλκευσεν ὁ Χριστὸς σφύρᾳ τῷ σταυρῷ, ἄκμονι τῷ εὐαγγελίῳ, πυρὶ τῷ πνεύματι, ἀσκοῖς εἰπεῖν θαρρῶ παλαιᾷ καὶ νέᾳ διαθήκῃ χαλκευσάμενος, σάλπιγξ ἣν εἰπεῖν οὐκ ἄτοπον, προφητικόν τε ὁμοῦ καὶ ψαλμικὸν αὐτῇ δανεισάμενος ἐγκώμιον· «Σαλπίσατε». Πᾶσι γὰρ Ἀνδρέας τῆς χάριτος μεταδίδωσι, πᾶσιν δανείζει τὴν χορηγίαν τοῦ Πνεύματος, πάντας εἰς τὸν ἀγῶνα στρατολογεῖ ὁ πρὸ πάντων κληθεὶς μετὰ πάντων στεφανωθῆναι βου λόμενος. «Σαλπίσατε», ἐπειδὴ σάλπιγγος ἄξια τοῦ Χριστοῦ τὰ μυστήρια πάσῃ διαδοθῆναι τῇ γῇ, πᾶσιν ὀφείλονται κηρυ χθῆναι τοῖς ἔθνεσιν. «Σαλπίσατε», ἐπειδὴ σάλπιγγος νοητῆς τεκμήριον ἡ πανήγυρις· πολέμου γὰρ χρεία καὶ μάχης, ἀγῶνος καὶ πάλης, ὅπλων δεξιῶν καὶ ἀριστερῶν εἰς τὴν τοῦ προκειμένου κατόρθωσιν. «Σαλπίσατε», ἵνα τῇ φωνῇ τὸν ἐχθρὸν καταλάβητε καὶ τῆς νοητῆς Ἰεριχὼ τὰ τείχη καταστρέψητε. Ὁ ἦχος εἰς ὦτα κωφῶν εἰσέλθοι, ἐκ νεκρῶν ἐγείροι τοὺς ἴσα θανάτῳ τὸν βαρὺν ὕπνον τῆς ἁμαρτίας καθεύδοντας. «Σαλπίσατε ἐν νεομη νίᾳ σάλπιγγι»· νῦν γὰρ ὁ βίος ἡμῶν νεομηνία γέγονεν, τὸ γῆ ρας ἀπέθετο, τὰς ῥυτίδας ἀπέσμηξεν, νέος ἐκ παλαιοῦ διὰ τὸν ἐγκαινισμὸν τοῦ μυστηρίου γεγένηται «ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν». Τί γὰρ τῆς παρούσης ἑορτῆς εὐσημότερον ἐν ᾗ πάντα τὰ ἔθνη κροτήσει χεῖρας; Πᾶσα ἡ γῆ πρὸς εὐωχίαν συνάγεται, βασιλεῖς τιμῆσαι τὸν ἁλιέα συντρέχουσιν, οἱ ζῶντες τροφὴν αἰ τοῦσιν τὸν εἶναι δοκοῦντα νεκρόν, οἱ σοφοὶ πρὸς τὸν ἀγράμματον ὡς πρὸς διδάσκαλον σπεύδουσιν· κοινὸν τοῦ κόσμου τὸ τοῦ πτω χοῦ δεῖπνον, κοινὴ πρὸς πάσας τὰς πόλεις ἡ πανήγυρις.

Intertext edge

Open linked passage

Note