In sanctum Andream
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1
Σάλπιγξ ἡμᾶς ἀποστολικὴ πρὸς πανήγυριν ἤθροισεν, Ἀν δρέας ὁ τοῦ χοροῦ τῶν ἀποστόλων πρωτότοκος, ὁ πρωτοπαγὴς τῆς ἐκκλησίας στῦλος, ὁ πρὸ Πέτρου Πέτρος, ὁ τοῦ θεμελίου θεμέλιος, ὁ τῆς ἀπαρχῆς ἀρχή, ὁ πρὶν κληθῆναι καλῶν, ὁ πρὶν σφραγισθῆναι σφραγίζων, ὁ πρὶν προσαχθῆναι προσάγων, εὐαγ γέλιον κηρύττων ὃ μηδέπω πεπίστευται, θύραν ἀνοίγων ἣν τέως οὐκ ἦν εἰσελθών, πρὶν μαθεῖν ἀποκαλύπτων τὴν ζωήν, ἄρτον ἐπαγ γελλόμενος ὅσον μετὰ χεῖρας οὐκ ἔλαβεν. Μὴ γάρ τι μέγα ἢ μικρὸν τῶν εἰς μάθησιν ἀκηκοὼς ἐτύγχανεν; «Ποῦ μένεις;» αὐτὸς τῷ Ἰησοῦ ἔλεγεν. Ὁ δέ· «Ἔρχεσθε καὶ ὄψεσθε.» Καὶτί τοιοῦτον ἡ λέξις εἶχεν οἷον Ἀνδρέας προλαμβάνει καὶ φθέγ γεται; Μὴ γὰρ τὴν ἑαυτοῦ δόξαν ἐν τούτοις ὁ Χριστὸς ἀπεκάλυ ψεν; Μὴ ὅσης ἂν εἶχεν δυνάμεως ἑαυτὸν ἔδειξεν; Μὴ δημιουρ γὸν ἑαυτὸν καὶ ποιητὴν ἀπήγγειλεν; Μὴ χωλῶν ἔταξε δρόμον; Μὴ τυφλῶν ἀνῆψεν ὀφθαλμούς; Μὴ ὑπὲρ φύσιν ἠνάγκασεν; Πό θεν σοι τοίνυν τοιαῦτα περὶ αὐτοῦ λέγειν; Πῶς γέγονας προφή της, πῶς θεοφόρος ἀθρόον; Τί θορυβεῖς τοῦ Πέτρου τὰς ἀκοάς; Τί φθάσαι σπεύδεις ὃν οὐ δύνῃ φθάσαι; Ἀλλ' Ἰωάννης, ἐρεῖς, πρὸς τούτους σε τοὺς λόγους ἐκίνησεν. Καὶ μὴν ταῦτα μόνα σου παρόντος ἐφθέγξατο· «Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Σὺ δὲ ἀμνὸν ἀκούσας εὐαγγελίζει θεόν, ἀφῆκας τὰ κάτω καὶ τὰ ἄνω πολυπραγμονεῖς, εἴασας τὴν λί μνην καὶ τὸ δίκτυον εἰς τὸν οὐρανὸν ἔπεμψας· μὴ γὰρ ταῦτα σαγήνη θηρᾶν οἶδεν, μὴ κάλαμος ἁλιευτικὸς ἕλκει; Σοῦ τῆς χει ρὸς ἡ γῆ καὶ ὁ οὐρανὸς κρέμαται. Τί λέγεις· «Εὑρήκαμεν τὸν Μεσσίαν τὸν λεγόμενον Χριστόν»; Ποῦ γὰρ αὐτὸν καὶ πῶς καὶ πότε ἀπώλεσας; Εὑρίσκει τις τὸ ἀπολωλός· ὁ δὲ πάντας σῴζων πῶς ἀπολέσθαι δύναται; Ὁ πανταχοῦ παρὼν πῶς εὑρε θῆναι δύναται ἢ λέγεται; Ἀλλὰ γὰρ οἶδεν ὁ Ἀνδρέας ὃ λέγει· Εὑρήκαμεν ὃν ἀπώλεσεν ὁ Ἀδάμ, ὃν ἐζημιώθη ἡ Εὔα, ὃν ἡ νεφέλη τῆς ἁμαρτίας ἀπὸ τῶν ὀφθαλμῶν τῶν ἡμετέρων ἔκρυψεν, ὃν ἐχώρισεν ἡ παρακοὴ καὶ μακρὰν ἐγγὺς ὄντα καὶ παρόντα νομισθῆναι πεποίηκεν. Εὑρήκαμεν ὃν ἐκζητῆσαι καὶ Δαυὶδ ἐσε μνύνετο· «Ἐν ἡμέρᾳ», φησίν, «θλίψεώς μου τὸν θεὸν ἐξεζήτησα.» Ἀλλὰ καὶ Σοφονίας βοᾷ· «Ζητήσατε τὸν κύριον, πάντες ταπεινοὶ γῆς»· εὑρεθεὶς γὰρ τοὺς ταπεινοὺς ἀνυψοῖ, ἐγείρει τῆς γῆς, ἀπαλλάττει τῆς φθορᾶς, τῶν ὑψηλῶν ὑψηλοτέρους δείκνυσιν.