In sanctum Andream
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1
Εὗρεν οὗ τὴν εὕρεσιν ἡμῖν προφήτης ἄριστος Ὡσηὲ διελέ γετο· «Ἐν ἡμέρᾳ θλίψεως αὐτῶν, ὀρθριοῦσι πρός με λέγοντες· πορευθῶμεν καὶ ἐπιστρέψωμεν πρὸς κύριον τὸν θεὸν ἡμῶν, ὅτι αὐτὸς πέπαικεν καὶ ἰάσατο ἡμᾶς· πατάξει καὶ μοτώσει ἡμᾶς· ὑγιώσει ἡμᾶς μετὰ δύο ἡμέρας, καὶ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστη σόμεθα ἐναντίον αὐτοῦ, καὶ διώξομεν τοῦ γνῶναι τὸν κύριον· ὡς ὄρθρον ἕτοιμον εὑρήκαμεν αὐτόν, καὶ ἥξει ἡμῖν ὡς ὑετὸς πρώ ϊμος καὶ ὄψιμος τῇ γῇ.» Ἐνταῦθά μοι κάλει τὸν Ἰουδαῖον εἰς κρίσιν, εἰς δικαστήριον ἄγαγε τὸν ἀγνώμονα. Ἀνάγνωθι τὸν προφήτην καὶ τὴν βίβλον περίπτυξον. Προφερέσθω κατ' αὐτοῦ τὰ παρ' αὐτοῦ· παρ' αὐτῷ γὰρ γέγραπται, εἰ καὶ παρ' ἐμοὶ πέ πρακται. Λέγω τοίνυν τὴν ἑρμηνείαν τῶν προφητικῶν. Σύστηθί πως ἐπὶ σοὶ πῶς καὶ πότε γεγένηται· ὅτι μὲν γὰρ ἐπατάχθητε, καὶ ὑμεῖς ὁμολογεῖτε καὶ ἡμεῖς αἰσθανόμεθα· ἀλλ' οὐ βλέπω σου θεραπείαν, οὐ θεωρῶ τὴν ἴασιν. Τοὐναντίον δὲ τὸ τραῦμα ἐν φλεγμονῇ, ἡ νόσος χαλεπωτέρα γέγονεν, ἡ ἀρρωστία ἀπογνωσ θεῖσα πρὸς θάνατον ἔδραμεν. Ἐπειδὴ τοίνυν οὐκ ἔχεις τῆς προ φητείας παρασχεῖν τὴν ἀπόδειξιν, ἐγὼ καὶ τὸν λόγον τὸν προφη τικὸν ἑρμηνεύσω· τὸν καιρὸν παριστῶ καὶ τὸν τόπον ἐπιδείκνυμι καὶ πᾶσαν καλῶ τὴν κτίσιν, οὐ τοῖς ἐμοῖς ῥήμασιν ἀλλὰ τοῖς θείοις μαρτυρῆσαι δεσποτικοῖς θαύμασι.