Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In sanctum Andream
HesychiusAndr 4 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1
Πέπαικε τοίνυν ἡμᾶς ὁ θεός, ἡνίκα τοῦ Ἀδὰμ κατεδίκασε θάνατον, ὅτε τὸν ἄρτον ἡμᾶς ἐσθίειν ἐν ἱδρῶτι τοῦ προσώπου κατέκρινεν, ὅτε τὴν γῆν ἡμῖν ἀνατέλλειν ἀκάνθας καὶ τριβό λους ἐκέλευσεν, ὅταν διὰ τοῦ πρωτοπλάστου ὅλον τὸ γένος «τοῦ παραδείσου τῆς τρυφῆς» ἐξέβαλεν. Ἀλλὰ παίσας ἰάσατο καὶ πατάξας ἐμότωσεν. Πῶς καὶ τίνα τρόπον; Ἄκουε τοῦ Ἠσαΐου λέγοντος· «Παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτῷ· τῷ μώ λωπι αὐτοῦ ἡμεῖς πάντες ἰάθημεν», ὥστε οὐδὲν τῶν εἰρημένων τῷ προφήτῃ διέψευσται. Δείξει γὰρ τὰ ἐχόμενα μάλιστα· «Πα τάξει ἡμᾶς καὶ ὑγιώσει ἡμᾶς μετὰ δύο ἡμέρας καὶ ἐν τῇ τρίτῃ ἡμέρᾳ ἀναστησόμεθα.» Ἆρα μέμνησαι τὸν καιρὸν ἐν ᾧ τὸν Χριστὸν ἐσταύρωσας, ἐν ᾧ τὴν ζωὴν ἐπὶ ξύλου θεωρῶν κρεμαμέ νην οὐκ ἐπίστευσας; Ἐπιγινώσκεις τὸ παρὰ σοῦ πραχθὲν δρᾶμα καὶ τὰ τοῦ δράματος θαύματα, ὅτε γυμνὸς ἐπὶ τοῦ σταυροῦ ὁ Χριστὸς ὡς ἐπὶ γάμον ἀνήγετο. Ἁμαρτίαν γὰρ οὐκ ἔχων, ἱμάτιον οὐκ ἔχρῃζεν· ἄμωμος ἦν καὶ λανθάνειν οὐκ ὤφειλεν· οὐδὲν ἦν ἄσχημον αὐτῷ· αὐτὸς γὰρ τὰ εὐσχήμονα δείκνυσιν. Ἡ κτίσις δ' ὅμως τοῦ δεσποτικοῦ κάλλους τὰς ἀστραπὰς οὐκ ἔφερεν, ἀλλὰ φῶς ἐνίκα τὸ φῶς, ἥλιος ἡλίῳ παρεχώρει, ὁ αἰσθητὸς τῷ νοητῷ, ὁ τρέχων τῷ πανταχοῦ ὄντι, ὁ ἐν τόπῳ τῷ ὑπὲρ τόπον, ὁ δύνων τῷ μὴ δύνοντι, ὁ τὴν νύκτα κινῶν τῷ θεμένῳ τὰ τῆς νυκτὸς καὶ τῆς ἡμέρας ὅρια. Ἦν δὲ τότε νύξ· τὸ γὰρ σκότος πᾶσαν κατέσχε τὴν γῆν, ἀλλ' ἡμέρα πάλιν ἀπὸ ἐνάτης ὥρας μέχρι ἑσπέρας ἔδραμεν, καὶ πάλιν τῇ ἡμέρᾳ νὺξ κατὰ τὸν νόμον τὸν ἐπ' αὐτῆς ἠκολούθησεν, καὶ πάλιν ἡμέρα τὴν νύκτα διαδέχεται. Ὁ δὲ ἡμερῶν δύο δρόμος κατὰ τάξιν γεγένηται, καὶ πέρας ἔσχεν ὁ τῆς προφητείας ὅρος· «Ὑγιώσει ἡμᾶς μετὰ δύο ἡμέρας.»

Intertext edge

Open linked passage

Note