Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In sanctum Andream
HesychiusAndr 7 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1
«Καὶ περιπατῶν ὁ Ἰησοῦς εἰς τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν καλούμενον Πέτρον καὶ Ἀν δρέαν τὸν ἀδελφὸν αὐτοῦ.» Πολλοὺς ἰδὼν παρεῖδεν, ἐπειδὴ τῶν δεσποτικῶν ὀφθαλμῶν ἦσαν ἀνάξιοι. «Εἶδεν δύο ἀδελφούς», οὐ σώματι μόνον ἀλλὰ καὶ τὴν ψυχήν, τὴν φύσιν καὶ τὴν χάριν, τὴν πολιτείαν καὶ τὴν συγγένειαν. «Εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν καλούμενον Πέτρον», οὐ τὸν κληθησόμενον· περὶ γὰρ τῆς κλήσεως ἠξιωμένος ἐτύγχανεν. Ἤδει γὰρ ὅτι ὁ Χριστὸς πρὸς αὐτὸν εἰρηκὼς ἦν· «Σὺ εἶ Σίμων, σὺ κληθήσῃ Κηφᾶς ὁ λεγόμε νος Πέτρος.» Ἰδοὺ πρὸ τῆς ὁμολογίας τὸν μισθὸν ἔχεις καὶ πρὶν ἐργάσῃ τὸν ἀμπελῶνα τὸ δηνάριον ἔλαβες, πρὶν ἀνάψῃς τὸν βωμὸν τὴν θυσίαν προσδέδεξαι, πρὶν κηρύξῃς ἐστεφανώθης, πρὶν εὐαγγελίσῃ τὸ τῆς θεολογίας σοι βραβεῖον ὑπήντησεν. Αἴτιος δὲ αὐτοῦ τούτου ὁ Ἀνδρέας ἐγένετο καὶ τούτου χάριν ὁ Μαθθαῖος προσέθηκεν· «Καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ», καίτοι ἦν ἅπαξ εἰρηκώς· «Εἶδεν δύο ἀδελφούς», ἀλλ' ὅμως ἰδοὺ νῦν ἀνα λαμβάνει καὶ δεύτερον, εὐεργέτην κηρύξαι τὸν Ἀνδρέαν τοῦ Πέτρου βουλόμενος. Διὰ τοῦτό φησιν· «Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ», τὸν πληρώσαντα τὴν ἐντολὴν ἣν ἐν Παροιμίαις ὁ Σολομὼν προϋπέγραψεν· «Ἀδελφοὶ ἐν ἀνάγκαις ἔστωσαν χρήσιμοι», ἐν τοῖς ἄγαν συμφέρουσιν, ἐν τοῖς λίαν σπουδαίοις, ἐν τοῖς σφόδρα κατεπείγουσιν· τοῦτο γὰρ ὡς ἀναγκαίας καὶ ἀπαραιτήτους αἰτίας ἡ σοφία ἐκάλεσεν· «Ἀδελ φοὶ δὲ ἐν ἀνάγκαις ἔστωσαν χρήσιμοι.» Οὐ τοίνυν παρεῖδεν ὁ Ἀνδρέας τὸν Πέτρον κατεπειγούσης τῆς κλήσεως· ἀκήκοας γὰρ ὅπως πρὸς αὐτὸν ἔλεγεν· «Εὑρήκαμεν τὸν Μεσσίαν τὸν λεγό μενον Χριστόν.» Δράμε, Πέτρε, φησίν, πρὶν προλάβωσι Πέ τροι, πρὶν ἄλλοι τῶν πρωτείων ἐπιλάβωνται· οὗτος γὰρ ὅθεν θέλει στρατολογεῖ, οὗτός ἐστιν ὁ ἀπὸ «τῶν ὁδῶν καὶ φραγμῶν» ἀθροίζων, ὁ πόρνους καὶ τελῶνας σφραγίζων. Ἔνθα ἂν ῥίψῃ τὸν σπόρον, ἐκεῖ ἡ γῆ καρποφορεῖ, ὅπου τὸ κλῆμα φυτεύσει ἡ ἄμπελος παραχρῆμα ἀνέρχεται, ἔνθα ἂν ῥίψῃ τὸ δίκτυον, πλῆρες ἰχθύων εὑρίσκεται. «Εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς.» Θαύμασον τοῦ Χριστοῦ τὴν φιλοτιμίαν ὅτι τοὺς πτωχοὺς καὶ ἀπαιδεύτους καὶ ἀγραμ μάτους καὶ ἁλιεῖς ἐκλέλεκται. Ἡ σοφία γὰρ οὐ χρῄζει συνηγόρων ἀλλ' ὑπουργῶν· οὐδεὶς γὰρ αὐτῇ παρέχει, παρ' αὐτῆς δὲ πάντες τὰ πάντα λαμβάνομεν· οὐδεὶς γὰρ δανείζει τῷ πλουσίῳ, πάντες γὰρ παρ' αὐτοῦ δανειζόμεθα. Τί τοίνυν χρεία σοφῶν ἔσται ἐν τῷ κηρύγματι; Δεῖ γὰρ γενέσθαι μωρὸν τὸν τῆς ἀληθοῦς σοφίας μεταλαμβάνειν μέλλοντα.

Intertext edge

Open linked passage

Note